← 新约圣经

路加福音

§11.1-11.28

主祷文与别西卜论战

耶稣教导门徒主祷文并说明坚持祈求的功效,继而在别西卜论战中驳斥指控,表明神的国已藉其赶鬼而临到,并宣告听从遵行神道者才有真正的福分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάνης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ.

耶稣在一个地方祷告;祷告完了,门徒中有一个对他说:“主啊,教导我们祷告,像约翰教导他的门徒一样。”

§11.2

εἶπεν δὲ αὐτοῖς Ὅταν προσεύχησθε, λέγετε Πάτερ, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθάτω ἡ βασιλεία σου· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθʼ ἡμέραν· καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν.

耶稣对他们说:“你们祷告的时候,要说:‘父啊,愿人都尊你的名为圣;愿你的国降临; 我们日用的饮食,天天赐给我们; 赦免我们的罪,因为我们也赦免凡亏欠我们的人;不要叫我们陷入试探。’”

§11.5

Καὶ εἶπεν πρὸς αὐτούς Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ1 Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ· κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετʼ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι.

耶稣又对他们说:“你们当中谁有一个朋友,半夜到他那里去,对他说:‘朋友,请借给我三个饼;因为我有一个朋友行路来到我这里,我没有什么可以摆在他面前’; 那人在里面回答说:‘不要搅扰我,门已经关了,孩子们也同我在床上了;我不能起来给你’?

§11.8

λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναιδίαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει.

我告诉你们,即使他不因是朋友的缘故起来给他,也会因他厚颜强求而起来,照他所需要的都给他。

§11.9

Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.

我又告诉你们:祈求,就给你们;寻找,就寻见;叩门,就给你们开门。

§11.10

πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.

因为凡祈求的,就得着;寻找的,就寻见;叩门的,就给他开门。

§11.11

τίνα δὲ ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἰχθύν,2 μὴ ἀντὶ ἰχθύος ὄφιν αὐτῷ ἐπιδώσει;

你们中间作父亲的,儿子求鱼,反拿蛇当鱼给他吗?

§11.12

ἢ καὶ αἰτήσει ᾠόν, ἐπιδώσει αὐτῷ σκορπίον;

或者求鸡蛋,反给他蝎子吗?

§11.13

εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ [ὁ] ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν.

你们虽然不好,尚且知道拿好东西给儿女,何况天父,岂不更把圣灵赐给求他的人吗?”

§11.14

Καὶ ἦν ἐκβάλλων δαιμόνιον κωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός. Καὶ ἐθαύμασαν οἱ ὄχλοι·

耶稣正在赶出一个叫人哑巴的鬼;鬼出去了,哑巴就说出话来;众人都惊奇。

§11.15

τινὲς δὲ ἐξ αὐτῶν εἶπαν Ἐν Βεεζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια·

其中却有人说:“他是靠着鬼王别西卜赶鬼。”

§11.16

ἕτεροι δὲ πειράζοντες σημεῖον ἐξ οὐρανοῦ ἐζήτουν παρʼ αὐτοῦ.

又有人试探耶稣,向他求从天上来的神迹。

§11.17

αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς Πᾶσα βασιλεία ἐφʼ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει.

耶稣晓得他们的意念,便对他们说:“凡一国自相纷争,就必荒凉;房屋也倒在房屋上。

§11.18

εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφʼ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν Βεεζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια.

若撒但也是自相纷争,他的国怎能站得住呢?因为你们说我是靠着别西卜赶鬼。

§11.19

εἰ δὲ ἐγὼ ἐν Βεεζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ ὑμῶν κριταὶ ἔσονται.

我若是靠着别西卜赶鬼,你们的子弟又是靠着谁赶鬼呢?这样,他们就要作你们的审判官。

§11.20

εἰ δὲ ἐν δακτύλῳ θεοῦ [ἐγὼ] ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.3

我若靠着神的手指赶鬼,这就是神的国临到你们了。

§11.21

ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ· ἐπὰν δὲ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφʼ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.

壮士披挂整齐,看守自己的住宅,他所有的就平安无事;但有一个比他更强的人来攻打他,胜过了他,就夺去他所倚靠的全副军装,又分了他的掳物。

§11.23

ὁ μὴ ὢν μετʼ ἐμοῦ κατʼ ἐμοῦ ἐστίν, καὶ ὁ μὴ συνάγων μετʼ ἐμοῦ σκορπίζει.

不与我相合的,就是敌我的;不同我收聚的,就是分散的。

§11.24

Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται διʼ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ εὑρίσκον [τότε] λέγει Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον·

污鬼离了人身,就在无水之地过来过去,寻求安歇之处;既寻不着,便说:‘我要回到我所出来的屋里去。’

§11.25

καὶ ἐλθὸν εὑρίσκει [σχολάζοντα,] σεσαρωμένον καὶ κεκοσμημένον.

到了,就看见里面打扫干净,修饰整齐。

§11.26

τότε πορεύεται καὶ παραλαμβάνει ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτά, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.

便去另带了七个比自己更恶的鬼来,都进去住在那里。那人末后的景况比先前更坏了。”

§11.27

Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας·

耶稣正说这些话的时候,众人中间有一个女人大声对他说:“怀你的胎和你所吮吸的乳房有福了!”

§11.28

αὐτὸς δὲ εἶπεν Μενοῦν4 μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ φυλάσσοντες.

耶稣说:“还不如听神的话而遵守的人有福。”

语法注4 条
  1. 11.5Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ

    修辞疑问句起初使用将来直陈式(ἕξει, πορεύσεται),随后转入虚拟式(εἴπῃ 以及第7节中的 εἴπῃ)。将来式与虚拟式的结合构成了一种并列句法下的假使情境,生动地展现了一种极端的假设场景。

  2. 11.11τίνα δὲ ἐξ ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς ἰχθύν

    动词 αἰτέω 支配双宾格:疑问代词 τίνα 修饰宾格 τὸν πατέρα(“你们中间哪一个作父亲的……”),而 ἰχθύν 为所求之物的直接宾格。这种语序倒装(hyperbaton)生动地引出了下一句中父亲的回应。

  3. 11.20ἄρα ἔφθασεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ

    不定过去时 ἔφθασεν 表达既成事实或已临到的现实(“已经临到 / 已经到达”)。它与简单真实条件从句(εἰ δὲ ... ἐκβάλλω)相连,通过小词 ἄρα 明确宣告:通过耶稣赶鬼的事实,神的国已经确定无疑地临到了他们身上。

  4. 11.28Μενοῦν

    复合小词 μενοῦν(μέν + οὖν)在此起修正性肯定作用(“倒不如说 / 确切地说”)。它并非断然否定那妇人对肉身生母的赞扬,而是修正并提升了命题的重心,指出听从并遵行神道者才是真正有福的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:11.1-11.28