← 新约圣经

路加福音

§10.22-10.42

好撒玛利亚人的比喻与马大和马利亚

耶稣论及父与子的启示及门徒所见所闻之福,以好撒玛利亚人的比喻回应律法师关于永生和邻舍的提问,随后造访马大和马利亚家,称赞马利亚选择了那唯一不可少的一份。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.22

Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν βούληται ὁ υἱὸς ἀποκαλύψαι.

一切都由我父交付给我了。除了父,没有人知道子是谁;除了子和子所愿意启示的人,也没有人知道父是谁。”

§10.23

Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατʼ ἰδίαν εἶπεν Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε.

耶稣转身私下对门徒说:“看见你们所看见的,那眼睛是有福的!

§10.24

λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.

我告诉你们,从前有许多先知和君王想要看你们所看的,却没有看见;想要听你们所听的,却没有听见。”

§10.25

Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν λέγων Διδάσκαλε, τί ποιήσας1 ζωὴν αἰώνιον κληρονομήσω;

看哪,有一个律法师站起来试探耶稣,说:“夫子,我该做什么才能承受永生?”

§10.26

ὁ δὲ εἶπεν πρὸς αὐτόν Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις;

耶稣对他说:“律法上写的是什么?你是怎样念的?”

§10.27

ὁ δὲ ἀποκριθεὶς εἶπεν "Ἀγαπήσεις Κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύι σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου, "καὶ "τὸν πλησίον σου ὡς σεαυτόν."

他回答说:“‘你要尽心、尽性、尽力、尽意爱主你的神;’又要‘爱邻舍如同自己。’”

§10.28

εἶπεν δὲ αὐτῷ Ὀρθῶς ἀπεκρίθης· "τοῦτο ποίει καὶ ζήσῃ."

耶稣对他说:“你回答得正确;你这样做,就必得生命。”

§10.29

Ὁ δὲ θέλων δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν Καὶ τίς ἐστίν μου πλησίον;

那人却要证实自己有理,就对耶稣说:“谁是我的邻舍呢?”

§10.30

ὑπολαβὼν ὁ Ἰησοῦς εἶπεν Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰερειχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ.

耶稣接过话来,说:“有一个人从耶路撒冷下耶利哥去,落在强盗手中。他们剥去他的衣裳,把他打个半死,就撇下他走了。

§10.31

κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν [ἐν] τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν·

碰巧有一个祭司从那条路下来,看见他,就从对面过去了。

§10.32

ὁμοίως δὲ καὶ Λευείτης κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν.

又有一个利未人来到那里,看见他,也照样从对面过去了。

§10.33

Σαμαρείτης δέ τις ὁδεύων ἦλθεν κατʼ αὐτὸν καὶ ἰδὼν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ.

唯有一个撒玛利亚人行路来到那里,看见他,就动了慈心, 上前用油和酒倒在他的伤处,包裹好了,扶他骑上自己的牲口,带到客店里照料他。

§10.35

καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν δύο δηνάρια ἔδωκεν τῷ πανδοχεῖ καὶ εἶπεν Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅτι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.

第二天,他拿出两个银币交给店主,说:‘请照料他;此外若有花费,我回来时必还给你。’

§10.36

τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος2 εἰς τοὺς λῃστάς;

你想,这三个人中,哪一个是那落在强盗手中的人的邻舍呢?”

§10.37

ὁ δὲ εἶπεν Ὁ ποιήσας τὸ ἔλεος μετʼ αὐτοῦ. εἶπεν δὲ αὐτῷ [ὁ] Ἰησοῦς Πορεύου καὶ σὺ ποίει ὁμοίως.

他说:“是怜悯他的那个人。”耶稣对他说:“你去,照样做吧。”

§10.38

Ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὴν οἰκίαν.

他们走路的时候,耶稣进了一个村庄。有一个名叫马大的妇人,接他到家里。

§10.39

καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριάμ, [ἣ] καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ.

她有一个妹妹,名叫马利亚,坐在主的脚前听他的道。

§10.40

ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλειπεν διακονεῖν; εἰπὸν οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.3

马大伺候的事多,心里忙乱,就进前来,说:“主啊,我的妹妹留下我一个人伺候,你不在意吗?请吩咐她来帮帮我。”

§10.41

ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ κύριος Μάρθα Μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά, ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός· Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς.

主回答她说:“马大,马大!你为许多事思虑烦扰, 但是需要的不多,或者只有一件;马利亚已经选择了那上好的福分,是不能从她夺去的。”

语法注3 条
  1. 10.25τί ποιήσας

    不定过去时分词 ποιήσας 在将来时动词 κληρονομήσω 之前表示手段或条件(“通过做什么 / 若做了什么就将继承”)。虽然语法上也可以作时间先后解(“做了什么之后”),但语境显然是指获得永生的条件与途径,各语言均统一处理为条件/方式。

  2. 10.36πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος

    副词作名词用的 πλησίον 支配属格 τοῦ ἐμπεσόντος(“那落在强盗手中的人的邻舍”)。前文第29节律法师提问时,邻舍是被爱和被界定的对象,而耶稣在此句中的结构将视点转换为:谁成为了(γεγονέναι)受难者的邻舍。

  3. 10.40ἵνα μοι συναντιλάβηται

    动词 συναντιλαμβάνομαι 由双重前缀 σύν 和 ἀντί 复合而成,意为“一同着手协助、帮衬”,支配与格补足语(μοι)。由 ἵνα 引导的虚拟式从句在此用作间接命令,充当主句命令式动词 εἰπόν 的内容宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:10.22-10.42