← 新约圣经

路加福音

§1.1-1.36

序言与施洗约翰及耶稣降生的预告

著者说明了在详尽调查后写给提阿非罗的著书缘由,随后记载了向祭司撒迦利亚预告施洗约翰降生以及向马利亚宣告耶稣受胎的事迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

ΕΠΕΙΔΗΠΕΡ ΠΟΛΛΟΙ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπʼ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.1

既然有许多人着手编撰关于在我们中间已经成就之事的事迹,正如那些从起初亲眼看见并且成为道的仆役之人所传给我们的那样,我也从起头仔细查考了一切,尊贵的提阿非罗阁下,觉得按次序写给你是妥当的,使你能确实知道所受教各事的可靠性。

§1.5

ΕΓΕΝΕΤΟ ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλεισάβετ.

在犹太王希律的日子,亚比雅班里有一个祭司,名叫撒迦利亚;他有一个妻子,出于亚伦的后裔,名叫以利沙伯。

§1.6

ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι.

他们二人在神面前都是义人,遵行主的一切诫命和条例,无可指摘。

§1.7

καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἦν [ἡ] Ἐλεισάβετ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.

他们没有孩子,因为以利沙伯不能生育,而且两人年纪都已经老迈了。

§1.8

Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ κατὰ τὸ ἔθος τῆς ἱερατίας ἔλαχε τοῦ θυμιᾶσαι2 εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου, καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος·

撒迦利亚按班次在神面前供祭司职分的时候,照着祭司的规矩拈阄,得中进主的圣所烧香;烧香的时候,全群的百姓都在外面祷告。

§1.11

ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.

有一位主的使者向他显现,站在香坛的右边。

§1.12

καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπʼ αὐτόν.

撒迦利亚看见就惊惶失措,惧怕落在他身上。

§1.13

εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλεισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάνην·

天使对他说:“撒迦利亚,不要害怕,因为你的祈求已被听允。你的妻子以利沙伯要给你生一个儿子,你要给他起名叫约翰。

§1.14

καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται· ἔσται γὰρ μέγας ἐνώπιον Κυρίου, καὶ "οἶνον καὶ σίκερα οὐ μὴ πίῃ," καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν θεὸν αὐτῶν· καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλεία, "ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα" καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι3 Κυρίῳ λαὸν κατεσκευασμένον.

你必欢喜快乐,许多人因他的降生也必喜乐;因为他在主面前将要为大, ‘淡酒浓酒都绝不喝’, 甚至从母腹里就要被圣灵充满,他要使许多以色列人归向主他们的神;他必凭着以利亚的心志和能力,行在主的前面, ‘使父亲的心转向儿女’, 使悖逆的人转向义人的智慧,为主预备合用的百姓。”

§1.18

καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.

撒迦利亚对天使说:“凭着什么我能知道这事呢?因为我已经老了,我的妻子年纪也老迈了。”

§1.19

καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα·

天使回答他说:“我是站在神面前的加百列,奉差遣来对你说话,把这些好消息报给你。

§1.20

καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθʼ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.

看哪,在这些事成就的日子以前,你必哑口不能说话,因为你不信我的话;这些话到了时候必然应验。”

§1.21

καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν.

百姓等候撒迦利亚,对他在圣所里耽延感到惊奇。

§1.22

ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός.

及至他出来,却不能对他们说话,他们就知道他在圣所里见到了异象;他只向他们打手势,并且一直是个哑巴。

§1.23

Καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.

他供职的日子满了,就回家去。

§1.24

Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλεισάβετ ἡ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα ὅτι Οὕτως μοι πεποίηκεν Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις.

这些日子以后,他的妻子以利沙伯怀了孕,自己隐藏了五个月,说:“主在眷顾我的日子,这样待我,要把我在人间的羞辱除掉。”

§1.26

Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲτ πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυείδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.

到了第六个月,天使加百列奉神的差遣,往加利利一座名叫拿撒勒的城去,到一个童女那里,她已经许配给大卫家族一个名叫约瑟的人,童女的名字叫马利亚。

§1.28

καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ.

天使进去到她那里,说:“蒙大恩的女子,祝你平安!主与你同在。”

§1.29

ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.

她因这话甚是惊慌,就反复思量这是怎样的问安。

§1.30

καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ·

天使对她说:“马利亚,不要害怕,因为你在神面前已经蒙恩了。

§1.31

καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

看哪,你将怀孕生子,你要给他起名叫耶稣。

§1.32

οὗτος ἔσται μέγας καὶ υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ θεὸς τὸν θρόνον Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.

他将要为大,被称为至高者的儿子;主神要把他祖先大卫的宝座给他,他要作雅各家的王,直到永远,他的国度没有穷尽。”

§1.34

εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;

马利亚对天使说:“我还没有出嫁,怎能有这事呢?”

§1.35

καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον "ἅγιον κληθήσεται," υἱὸς θεοῦ·4

天使回答她说:“圣灵要临到你身上,至高者的能力要荫庇你;因此,那将要出生的 ‘必称为圣’, 称为神的儿子。

§1.36

καὶ ἰδοὺ Ἐλεισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ·

看哪,你的亲戚以利沙伯,在年老的时候也怀了男胎,这向来被称为不能生育的,现在已经是怀胎第六个月了。”

语法注4 条
  1. 1.4περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν

    关系代词 ὧν 受其先行词 λόγων 格位同化(attraction),由宾格变为属格(本为 περὶ τῶν λόγων οὓς...)。整个介词短语置于主要名词 τὴν ἀσφάλειαν 之前,构成了语序上的倒装(超前)。

  2. 1.9ἔλαχε τοῦ θυμιᾶσαι

    带冠词的属格不定词 τοῦ θυμιᾶσαι 作为动词 ἔλαχε(原形 λαγχάνω,意为“抽中、凭签获得”)的直接补足语。因该动词支配属格,此处并非表示目的或结果的属格不定词,而是作宾语。

  3. 1.17ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι

    不定词 ἐπιστρέψαι 与 ἑτοιμάσαι 依附于前面的动词 προελεύσεται,表示目的。在后半句 καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων 中,承前省略了动词 ἐπιστρέψαι,介词 ἐν 具有动态指向或结果的意味,表示“转向义人的智慧”。

  4. 1.35τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ

    主语为中性分词短语 τὸ γεννώμενον(将要出生的),动词 κληθήσεται 带有双重述语主格 ἅγιον(圣者)和 υἱὸς θεοῦ(神的儿子)。虽然有解作将 ἅγιον 作定语修饰主语(“所生的圣者”),但依语序与平衡结构,视作表语更为自然。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg003.humanitext-grc2:1.1-1.36