- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:9.1-9.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣医治瘫子并宣告人子有赦罪的权柄,呼召马太后与罪人同席,随后医好患血漏的妇人、使主管的女儿复活、医治两个瞎子与被鬼附的哑巴,见众人如同没有牧人的羊而动了怜悯之心,嘱咐门徒求庄稼的主打发工人。
Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν, καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
耶稣上了船,渡过海,来到自己的城里。
Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ Θάρσει, τέκνον· ἀφίενταί σου αἱ ἁμαρτίαι.
看哪,有人用褥子抬着一个瘫子到他跟前来。耶稣见他们的信心,就对瘫子说:“放心吧,孩子!你的罪得赦了。”
Καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς Οὗτος βλασφημεῖ.
看哪,有几个文士心里说:“这个人说僭妄的话了。”
καὶ εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν Ἵνα τί ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;
耶稣知道他们的心意,就说:“你们心里为什么怀着恶念呢?
τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν Ἔγειρε καὶ περιπάτει;
或者说‘你的罪得赦了’,或者说‘起来行走’,哪一样容易呢?
ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— τότε λέγει τῷ παραλυτικῷ1 Ἔγειρε ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
但要叫你们知道,人子在地上有赦罪的权柄”——就对瘫子说——“起来,拿你的褥子回家去吧!”
καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
他就起来,回家去了。
Ἰδόντες δὲ οἱ ὄχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
群众看见,就起了敬畏,归荣耀与神,因为他赐这样的权柄给人。
Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ Ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
耶稣从那里往前走,看见一个人名叫马太,坐在税关上,就对他说:“你跟从我来。”他就起来跟从了耶稣。
Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ2 πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ.
耶稣在屋里坐席的时候,看哪,有好些税吏和罪人来,与耶稣和他的门徒一同坐席。
καὶ ἰδόντες οἱ Φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;
法利赛人看见,就对耶稣的门徒说:“你们的先生为什么和税吏并罪人一同吃饭呢?”
ὁ δὲ ἀκούσας εἶπεν Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες.
耶稣听见,就说:“康健的人用不着医生,有病的人才用得着。
πορευθέντες δὲ μάθετε τί ἐστιν "Ἔλεος θέλω καὶ οὐ θυσίαν·" οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς.
你们且去学习这是什么意思: ‘我喜爱怜恤,不喜爱祭祀。’ 因为我来本不是召义人,乃是召罪人。”
Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάνου λέγοντες Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν, οἱ δὲ μαθηταὶ σοῦ οὐ νηστεύουσιν;
那时,约翰的门徒来见耶稣,说:“我们和法利赛人禁食,你的门徒倒不禁食,这是为什么呢?”
καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν3 ἐφʼ ὅσον μετʼ αὐτῶν ἐστὶν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.
耶稣对他们说:“新郎和陪伴之人同在的时候,陪伴之人岂能哀恸呢?但日子将到,新郎要离开他们被取去,那时候他们就要禁食了。
οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου,4 καὶ χεῖρον σχίσμα γίνεται. οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται.
没有人把新布补在旧衣服上;因为所补上的反倒撕破了那衣服,破得就更大了。 也没有人把新酒装在旧皮袋里;若是这样,皮袋就裂开,酒漏出来,连皮袋也坏了。唯独把新酒装在新的皮袋里,两样就都保全了。”
Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων [εἷς] προσελθὼν προσεκύνει αὐτῷ λέγων ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπʼ αὐτήν, καὶ ζήσεται.
耶稣对他们说这话的时候,看哪,有一个会堂主管来拜他,说:“我女儿刚才死了,但求你去按手在她身上,她就必活了。”
καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ἠκολούθει αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.
耶稣便起来跟着他去,门徒也跟了去。
Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· ἔλεγεν γὰρ ἐν ἑαυτῇ Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι.
看哪,有一个女人患了十二年的血漏,来到耶稣背后,摸他的衣裳繸子;因为她心里说:“我只摸他的衣裳,就必痊愈。”
ὁ δὲ Ἰησοῦς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.
耶稣转过来看见她,就说:“女儿,放心!你的信救了你。”从那时候,这女人就痊愈了。
Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον ἔλεγεν Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει· καὶ κατεγέλων αὐτοῦ.
耶稣到了会堂主管的家里,看见有吹手,又有群民乱哄哄地吵闹,就说:“退去吧!这闺女不是死了,是睡着了。”他们就嗤笑他。
ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον.
群众被撵出以后,耶稣就进去,拉着闺女的手,闺女便起来了。
Καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.
于是这名声传遍了那地方。
Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν δύο τυφλοὶ κράζοντες καὶ λέγοντες Ἐλέησον ἡμᾶς, υἱὲ Δαυείδ.
耶稣从那里往前走,有两个瞎子跟着他,喊叫说:“大卫的子孙,可怜我们吧!”
ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθαν αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ Ναί, κύριε.
耶稣进了房子,瞎子就来到他跟前。耶稣对他们说:“你们信我能作这事吗?”他们说:“主啊,我们信。”
τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.
耶稣就摸他们的眼睛,说:“照着你们的信给你们成全了吧!”
καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. Καὶ ἐνεβριμήθη αὐτοῖς ὁ Ἰησοῦς λέγων Ὁρᾶτε μηδεὶς γινωσκέτω·
他们的眼睛就开了。耶稣切切地嘱咐他们说:“你们要小心,不可叫人知道。”
οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
他们出去,竟把他的名声传遍了那地方。
Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ κωφὸν δαιμονιζόμενον·
他们出去的时候,看哪,有人将一个被鬼附着的哑巴带到耶稣跟前来。
καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.
鬼被赶出去,哑巴就说出话来。群众都希奇,说:“在以色列中,从来没有见过这样的事。”
[οἱ δὲ Φαρισαῖοι ἔλεγον Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.]
法利赛人却说:“他是靠着鬼王赶鬼。”
Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
耶稣走遍各城各乡,在他们的会堂里教训人,宣讲天国的福音,又医治各样的病症各样的软弱。
Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐριμμένοι "ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα."
他看见许多的人,就怜悯他们;因为他们困苦流离,“如同羊没有牧人一般。”
τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι·
于是对门徒说:“要收的庄稼多,做工的人少。
δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.
所以,你们当求庄稼的主打发工人出去收他的庄稼。”
- 9.6ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— τότε λέγει τῷ παραλυτικῷ
此处为一个破格句(anacoluthon):由目的连词 ἵνα 引出的从句并未接续期待中的主句谓语动词(如“我现在就向你们显明……”),而是被叙述性的插入句(τότε λέγει τῷ παραλυτικῷ)打断,随即转入直接引语的命令句(Ἔγειρε 等)。这一断折在戏剧效果上使接下来的医治命令直接成为该目的从句的明证。
- 9.10Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ
典型的闪米特/七十士译本文体结构:非人称的 Καὶ ἐγένετο(“事情发生……”)后接属格独立结构(αὐτοῦ ἀνακειμένου),随后的主句由起连接作用的后置 καί(即 καὶ ἰδοὺ 中的 καί)引出。在各语种翻译中均将其理顺为“当……之时,看哪”的时间状语逻辑关系。
- 9.15Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν
否定小词 μή 用于疑问句句首时,在古典及新约希腊语中均表示期待否定回答的反问句(“陪伴之人岂能哀恸呢?”即“断然不能”)。此外,“婚房之子”(οἱ υἱοὶ τοῦ νυμφῶνος)为闪米特式表达(希伯来风),指婚宴上的陪伴者、宾客或伴郎。
- 9.16αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου
动词 αἴρει 在此作“撕扯、扯下”之意,其主语为 τὸ πλήρωμα αὐτοῦ(“补上的布/填补物”)。属格代词 αὐτοῦ 指代前文的 ῥάκους ἀγνάφου(新布),全句意为“补上的新布反倒从衣服上扯裂开来”。
