← 新约圣经

马太福音

§8.1-8.34

医治病人与平息风浪及驱逐污鬼

耶稣下山后治好麻风病人、百夫长的仆人、彼得的岳母及众多患病者,并指示跟随他的代价。随后他平息风暴展现权柄,并在加大拉人地方将附在两人身上的污鬼赶入猪群。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί.

耶稣下了山,有大批群众跟随他。

§8.2

Καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ λέγων Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.

看哪,有一个麻风病人前来拜他,说:“主啊,若是你愿意,你能使我洁净。”

§8.3

καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθερίσθη αὐτοῦ ἡ λέπρα.

耶稣伸手摸他,说:“我愿意,你洁净了吧!”他的麻风立刻洁净了。

§8.4

καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς Ὅρα μηδενὶ εἴπῃς,1 ἀλλὰ ὕπαγε σεαυτὸν "δεῖξον τῷ ἱερεῖ," καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωυσῆς εἰς μαρτύριον αὐτοῖς.

耶稣对他说:“切要小心,不要告诉任何人;只要去,把你身体 ‘给祭司察看’, 并且献上摩西所吩咐的礼物,向他们作见证。”

§8.5

Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.

耶稣进了迦百农,有一个百夫长前来求他,说:“主啊,我的仆人瘫痪在家里躺着,痛苦极其难忍。”

§8.7

λέγει αὐτῷ Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.

耶稣对他说:“我去医治他。”

§8.8

ἀποκριθεὶς δὲ ὁ ἑκατόνταρχος ἔφη Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς·2 ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου·

百夫长回答说:“主啊,你到我舍下,我不敢当;只要你口说一句话,我的仆人就必好了。

§8.9

καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν [τασσόμενος], ἔχων ὑπʼ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου Ποίησον τοῦτο, καὶ ποιεῖ.

因为我也在权柄之下,也有兵在我以下;我对这个说‘去’,他就去;对那个说‘来’,他就来;对我的奴仆说‘作这事’,他就去作。”

§8.10

ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν Ἀμὴν λέγω ὑμῖν, παρʼ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον.

耶稣听见了就稀奇,对跟从的人说:“我实在告诉你们,在以色列人中,我没有见过这么大的信心。

§8.11

λέγω δὲ ὑμῖν ὅτι πολλοὶ "ἀπὸ ἀνατολῶν καὶ δυσμῶν" ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

我又告诉你们,将有许多人 ‘从东从西’ 来,在天国里与亚伯拉罕、以撒、雅各一同坐席;本国的子民反而被赶到外边黑暗里去,在那里必要哀哭切齿了。”

§8.13

καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ Ὕπαγε, ὡς ἐπίστευσας γενηθήτω σοι· καὶ ἰάθη ὁ παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ.

耶稣对百夫长说:“你回去吧!照你的信心,成全给你。”就在那时,仆人就好了。

§8.14

Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν·

耶稣到了彼得家里,见他的岳母躺着发热。

§8.15

καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη, καὶ διηκόνει αὐτῷ.

耶稣摸她的手,热就退了;她便起来服侍他。

§8.16

Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν·

到了晚上,有人带着许多被鬼附的来到耶稣跟前;他用一句话把鬼都赶出去,并且治好了一切有病的人。

§8.17

ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαίου τοῦ προφήτου λέγοντος "Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν."

这是要应验先知以赛亚所说的话: “他代替了我们的软弱,担当了我们的疾病。”

§8.18

Ἰδὼν δὲ ὁ Ἰησοῦς ὄχλον περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.

耶稣见许多人围着他,就吩咐渡到对岸去。

§8.19

Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.

有一个文士来对他说:“夫子,你无论往哪里去,我都要跟从你。”

§8.20

καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.

耶稣说:“狐狸有洞,天空的飞鸟有窝,人子却没有枕头的地方。”

§8.21

Ἕτερος δὲ τῶν μαθητῶν εἶπεν αὐτῷ Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.

门徒中又有一个人对他说:“主啊,容我先回去埋葬我的父亲。”

§8.22

ὁ δὲ Ἰησοῦς λέγει αὐτῷ Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.3

耶稣对他说:“任凭死人埋葬他们的死人;你跟从我吧!”

§8.23

Καὶ ἐμβάντι αὐτῷ εἰς πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.

耶稣上了船,门徒跟着他。

§8.24

καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδεν.

海里忽然起了暴风,甚至船被波浪掩盖;耶稣却睡着了。

§8.25

καὶ προσελθόντες ἤγειραν αὐτὸν λέγοντες Κύριε, σῶσον, ἀπολλύμεθα.

门徒来叫醒了他,说:“主啊,救命,我们丧命啦!”

§8.26

καὶ λέγει αὐτοῖς Τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.

耶稣说:“你们这小信的人,为什么胆怯呢?”于是起来,斥责风和海,风和海就大大地平静了。

§8.27

Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν;

众人希奇,说:“这是怎样的人?连风和海也听从他了!”

§8.28

Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.

耶稣既渡到对岸加大拉人的地方,就有两个被鬼附的人从坟茔里出来迎着他,极其凶猛,甚至没有人能从那条路上经过。

§8.29

καὶ ἰδοὺ ἔκραξαν λέγοντες Τί ἡμῖν καὶ σοί,4 υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;

他们喊叫说:“神的儿子,我们与你有什么相干?时候还没有到,你就上这里来叫我们受苦吗?”

§8.30

Ἦν δὲ μακρὰν ἀπʼ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.

离他们很远,有一大群猪吃食。

§8.31

οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες Εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων.

鬼就央求耶稣,说:“若把我们赶出去,就打发我们进入猪群吧!”

§8.32

καὶ εἶπεν αὐτοῖς Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθαν εἰς τοὺς χοίρους· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.

耶稣对他们说:“去吧!”鬼就出来,进入猪里。全群忽然闯下山崖,投在海里,在水里淹死了。

§8.33

Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.

放猪的就逃跑进城,将这一切事和被鬼附的人所遭遇的都告诉人。

§8.34

καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.

看哪,全城的人都出来要迎见耶稣,见了他就央求他离开他们的境界。

语法注4 条
  1. 8.4Ὅρα μηδενὶ εἴπῃς

    动词命令式 ὅρα 后直接接带否定词 μή 的不定过去时虚拟式(εἴπῃς),构成表示警戒或禁止的惯用句式,亦可视为连词 ἵνα 或 ὅπως 的省略。

  2. 8.8οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς

    希腊化希腊语(通用希腊语)的典型用法,以 ἵνα 引导的虚拟式从句代替古典希腊语的不定式,作为形容词 ἱκανός 的同位语补足成分,表示资格或能力的具体内容。

  3. 8.22ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς

    由祈使动词 ἄφες(容许、任由)支配的带宾语的不定式结构,宾格 τοὺς νεκρούς 作不定式 θάψαι 的逻辑主语。

  4. 8.29Τί ἡμῖν καὶ σοί

    反映闪族语习惯用语的固定表达,采用关涉与格(ἡμῖν 与 σοί),字面意为“对于我们和你有什么?”,表达“我们与你有什么相干”或拒绝干预之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:8.1-8.34