- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:10.1-10.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣设立十二使徒并赐予赶鬼医病的权柄,差遣他们往以色列家迷失的羊那里宣讲天国,并就宣教旅途的准则与将临的逼迫给予告诫。
Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων1 ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν2 πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
耶稣叫了他的十二个门徒来,赐给他们制伏污鬼的权柄,叫他们能把鬼赶出去,并医治各样的病症各样的软弱。
Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ καὶ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάνης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ Θαδδαῖος, Σίμων ὁ Καναναῖος καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.
这十二使徒的名如下:头一个叫西门,又称彼得,还有他兄弟安得烈,西庇太的儿子雅各和雅各的兄弟约翰,腓力和巴多罗买,多马和税吏马太,亚勒腓的儿子雅各和达太,奋锐党的西门,还有卖耶稣的加略人犹大。
Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς "τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ."
耶稣差遣这十二个人去,吩咐他们说:“外邦人的路,你们不要走;撒玛利亚人的城,你们不要进;宁可往 ‘以色列家迷失的羊’ 那里去。
πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.
随走随传,说:‘天国近了!’
ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
医治有病的,叫死人复活,叫长麻风的洁净,把鬼赶出去。你们白白地得来,也要白白地舍去。
Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ.
腰袋里不要带金银铜钱。行路不要带口袋,不要带两件褂子,也不要带鞋和拐杖,因为工人得饮食是应当的。
εἰς ἣν δʼ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν· κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε.
你们无论进哪一城哪一村,要探听那里谁是合式的人,就住在他家,直到走的时候。
εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν·
进他家里去,要给那家请安。
καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπʼ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν ἐφʼ ὑμᾶς ἐπιστραφήτω.
那家若配得,你们所求的平安就必临到那家;若不配得,你们所求的平安仍归你们。
καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε3 τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν.
凡不接待你们、不听你们话的人,你们离开那家或是那城的时候,就把脚上的尘土跺下去。
ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.
我实在告诉你们,在审判的日子,所多玛和蛾摩拉之地所受的,比那城还容易受呢!
Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.
看哪,我差你们去,如同羊进入狼群;所以你们要灵巧像蛇,驯良像鸽子。
προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν.4
你们要防备人;因为他们要把你们交给公会,也要在会堂里鞭打你们;并且你们要为我的缘故被送到省长和君王面前,对他们和外邦人作见证。
ὅταν δὲ παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.
你们被交的时候,不要思虑怎样说话,或说什么话。到那时候,必赐给你们当说的话;因为不是你们自己说的,乃是你们父的灵在你们里头说的。
παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
弟兄要把弟兄、父亲要把儿子送到死地;儿女要起来与父母为敌,害死他们;并且你们要为我的名被众人恨恶。唯有忍耐到底的,必然得救。”
- 10.1ἐξουσίαν πνευμάτων ἀκαθάρτων
属格短语 πνευμάτων ἀκαθάρτων(污鬼)在此用作宾格性属格(objective genitive),依附于 ἐξουσίαν,表示权柄施加的对象,即“制伏污鬼的权柄”。
- 10.1ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν
连词 ὥστε 引导不定式(ἐκβάλλειν, θεραπεύειν),用以说明前文“权柄”(ἐξουσίαν)的内容、结果或目的(“使他们能够赶出它们并医治……”)。
- 10.13καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς ... ἐξερχόμενοι ... ἐκτινάξατε
全句以单数关系从句(ὃς ἂν μὴ δέξηται)起笔,但在主句中转为以门徒为主语的第二人称复数命令式(ἐκτινάξατε)及主格复数分词(ἐξερχόμενοι),构成破格句(anacoluthon)。该关系从句在逻辑上起条件从句的作用(“若有人不接待你们……”)。
- 10.18εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν
与格短语 αὐτοῖς καὶ τοῖς ἔθνεσιν 既可理解为间接宾语(“向他们作见证”),也可理解为不利与格(“作为反对他们的证据”),在此均表示在法庭审判语境中所作见证的面对对象。
