- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:5.25-5.48
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣深化了关于奸淫、休妻、起誓、报复和爱邻舍的诫命,要求门徒不与恶人作对、爱仇敌,如同天父那样完全。
ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ ἕως ὅτου εἶ μετʼ αὐτοῦ ἐν τῇ ὁδῷ, μή ποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ·
你同告你的对头还在路上,就赶紧与他和好,免得对头把你送交法官,法官送交差役,你就被下在监里了。
ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην.
我实在告诉你,若有一文钱没有还清,你断不能从那里出来。
Ἠκούσατε ὅτι ἐρρέθη "Οὐ μοιχεύσεις."
你们听见有话说:‘不可奸淫。’
Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι1 [αὐτὴν] ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
只是我告诉你们:凡看见妇女就动淫念的,这人心里已经与她犯奸淫了。
εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ, συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν·
若是你的右眼使你绊倒,就剜出来丢掉;宁可失去百体中的一体,不叫全身丢在地狱里。
καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ, συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου εἰς γέενναν ἀπέλθῃ.
若是你的右手使你跌倒,就砍下来丢掉;宁可失去百体中的一体,不叫全身下入地狱。
Ἐρρέθη δέ "Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον."
又有话说:‘人若休妻,就当给她休书。’
Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας2 ποιεῖ αὐτὴν μοιχευθῆναι[, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται].
只是我告诉你们:凡休妻的,若不是为淫乱的缘故,就是叫她作淫妇了;有人娶这被休的妇人,也是犯奸淫了。
Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις Οὐκ ἐπιορκήσεις, "ἀποδώσεις" δὲ "τῷ κυρίῳ τοὺς ὅρκους" "σου."
你们又听见有吩咐古人的话,说:‘不可背誓,所起的誓总要向主谨守。’
Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν "τῷ οὐρανῷ," ὅτι "θρόνος ἐστὶν τοῦ θεοῦ·" μήτε ἐν "τῇ γῇ," ὅτι "ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ·" μήτε εἰς Ἰεροσόλυμα, ὅτι "πόλις" ἐστὶν "τοῦ μεγάλου βασιλέως·" μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι ἢ μέλαιναν.
只是我告诉你们:什么誓都不可起。不可指着天起誓,因为天是神的座位;不可指着地起誓,因为地是他的脚凳;也不可指着耶路撒冷起誓,因为那是大君的京城;又不可指着你的头起誓,因为你不能使一根头发变白或变黑。
ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστίν.
你们的话,是,就说是;不是,就说不是;若再多说,就是出于那恶者。
Ἠκούσατε ὅτι ἐρρέθη "Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος."
你们听见有话说:‘以眼还眼,以牙还牙。’
Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ·3 ἀλλʼ ὅστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα [σου], στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετʼ αὐτοῦ δύο. τῷ αἰτοῦντί σε δός, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς.
只是我告诉你们:不要与恶人作对。有人打你的右脸,连另一边也转过来由他打;有人想要告你,要拿你的里衣,连外衣也由他拿去;有人强逼你走一里路,你就同他走二里;有求你的,就给他;有向你借贷的,不可推辞。
Ἠκούσατε ὅτι ἐρρέθη "Ἀγαπήσεις τὸν πλησίον σου" καὶ μισήσεις τὸν ἐχθρόν σου.
你们听见有话说:‘当爱你的邻舍,恨你的仇敌。’
Ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς·
只是我告诉你们:要爱你们的仇敌,为那逼迫你们的祷告。
ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.
这样,就可以作你们天父的儿子;因为他叫日头照好人,也照歹人;降雨给义人,也给不义的人。
ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν;
你们若单爱那爱你们的人,有什么赏赐呢?就是税吏不也是这样行吗?
καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν;
你们若单请弟兄的安,比人有什么长处呢?就是外邦人不也是这样行吗?
"Ἔσεσθε4" οὖν ὑμεῖς "τέλειοι" ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν.
所以,你们要完全,像你们的天父完全一样。
- 5.28πρὸς τὸ ἐπιθυμῆσαι
介词 πρός 加上定冠词和不定式宾格(τὸ ἐπιθυμῆσαι),构成表示目的的结构(“为了动淫念”)。虽在语法上也有表示结果(“以致动淫念”)的可能,但在上下文对主动注视的心态描述中,取目的解更为确切。
- 5.32παρεκτὸς λόγου πορνείας
复合介词 παρεκτός 支配属格短语 λόγου πορνείας,表示除外(“除淫乱的缘故之外”)。πορνεία 指非法性关系,该介词短语在全句中作为禁止休妻这一通则的例外限定从句发挥功能。
- 5.39τῷ πονηρῷ
τῷ πονηρῷ 在语法上既可作阳性单数与格(“恶人”),亦可作中性单数与格(“邪恶的事”)。紧随其后的关系从句 ὅστις σε ῥαπίζει(“凡打你……”)指向具体的人,因而此处取阳性人格性的“恶人”最为自然。
- 5.48Ἔσεσθε
直陈式将来时第二人称复数(ἔσεσθε)在此处具有祈使语气(命令将来时)。这反映了源自希伯来语未完成态律法用法的塞姆语表达习惯,表示权威性的道德命令而非单纯的预见。
