← 新约圣经

马太福音

§5.1-5.24

登山宝训的开始与论八福

耶稣在山上开始登山宝训,宣告八福,指示门徒作世上的盐和光,并论述律法的成全与不可动怒的和睦之道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθαν [αὐτῷ] οἱ μαθηταὶ αὐτοῦ·

耶稣看见这许多的人,就上了山;既已坐下,门徒到他跟前来。

§5.2

καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων ΜΑΚΑΡΙΟΙ οἱ πτωχοὶ τῷ πνεύματι,1 ὅτι αὐτῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.

他就开口教训他们,说: “虚心的人有福了,因为天国是他们的。

§5.4

μακάριοι "οἱ πενθοῦντες," ὅτι αὐτοὶ "παρακληθήσονται."

有福了, ‘哀恸的人’, 因为他们 ‘必得安慰’。

§5.5

μακάριοι "οἱ πραεῖς," ὅτι αὐτοὶ "κληρονομήσουσι τὴν γῆν."

有福了, ‘温柔的人’, 因为他们 ‘必承受地土’。

§5.6

μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην,2 ὅτι αὐτοὶ χορτασθήσονται.

饥渴慕义的人有福了,因为他们必得饱足。

§5.7

μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

怜恤人的人有福了,因为他们必蒙怜恤。

§5.8

μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.

清心的人有福了,因为他们必得见神。

§5.9

μακάριοι οἱ εἰρηνοποιοί, ὅτι [αὐτοὶ] υἱοὶ θεοῦ κληθήσονται.

使人和睦的人有福了,因为他们必称为神的儿子。

§5.10

μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.

为义受逼迫的人有福了,因为天国是他们的。

§5.11

μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθʼ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ·

人若因我辱骂你们,逼迫你们,捏造各样坏话毁谤你们,你们就有福了。

§5.12

χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.

应当欢喜快乐,因为你们在天上的赏赐是大的;在你们以前的先知,人也是这样逼迫他们。

§5.13

Ὑμεῖς ἐστὲ τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθὲν ἔξω καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.

你们是世上的盐。盐若失了味,怎能叫它再咸呢?以后无用,不过丢在外面,被人践踏了。

§5.14

ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·

你们是世上的光。城造在山上,是不能隐藏的。

§5.15

οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον ἀλλʼ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ.

人点灯,不放在斗底下,是放在灯台上,就照亮一家的人。

§5.16

οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

你们的光也当这样照在人前,叫他们看见你们的好行为,便将荣耀归给你们在天上的父。

§5.17

Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι·

莫想我来要废掉律法和先知;我来不是要废掉,乃是要成全。

§5.18

ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κερέα οὐ μὴ παρέλθῃ3 ἀπὸ τοῦ νόμου ἕως [ἂν] πάντα γένηται.

我实在告诉你们,直到天地都废去,律法的一点一画也不能废去,都要成全。

§5.19

ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δʼ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

所以,无论何人废掉这诫命中最小的一条,又教训人这样做,他在天国要称为最小的;但无论何人遵行这诫命,又教训人遵行,他在天国要称为大的。

§5.20

λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

我告诉你们:你们的义若不胜于文士和法利赛人的义,断不能进天国。

§5.21

Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις "Οὐ φονεύσεις·" ὃς δʼ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.

你们听见有吩咐古人的话,说: ‘不可杀人’; 又说:‘凡杀人的,难免受审判。’

§5.22

Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δʼ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ Ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δʼ ἂν εἴπῃ Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός.4

只是我告诉你们:凡向弟兄动怒的,难免受审判;凡骂弟兄是拉加的,难免公会的审判;凡骂弟兄是魔利的,难免地狱的火。

§5.23

ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.

所以,你在祭坛上献礼物的时候,若在那里想起弟兄向你怀怨,就把礼物留在坛前,先去同弟兄和好,然后来献礼物。”

语法注4 条
  1. 5.3τῷ πνεύματι

    关系与限定与格(dative of respect),用于限定“贫穷”所指的具体范畴或层面(在灵性/心灵上)。

  2. 5.6πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην

    在古典希腊语中表示饥渴的动词通常支配属格,此处按通用希腊语习惯支配直接宾格(τὴν δικαιοσύνην),表达对该对象的直接渴求。

  3. 5.18οὐ μὴ παρέλθῃ

    双重否定词 οὐ μή 搭配不定过去时虚拟式(παρέλθῃ)构成的强力否定句式,意为“绝不会/断不废去”。

  4. 5.22ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός

    形容词 ἔνοχος 通常支配与格(如前文的 τῇ κρίσει 与 τῷ συνεδρίῳ),此处转而使用 εἰς 搭配宾格,表示受刑罚所被投往的目标或结局。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:5.1-5.24