- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:6.1-6.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣告诫人不可为了显于人前而假冒为善地施舍、祷告与禁食,教导了主祷文,并劝勉人积攒财宝在天上、不可事奉玛门,当抛却忧虑先求神的国和神的义。
Προσέχετε [δὲ] τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς·1 εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.
你们要小心,不可将你们的义行在人前,故意叫他们看见;若是这样,就不能得你们天父的赏赐了。
Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.2
所以,你施舍的时候,不可在你前面吹号,像那假冒为善的人在会堂里和街道上所行的,叫人荣耀他们。我实在告诉你们,他们已经得了他们的赏赐。
σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου, ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι.
你施舍的时候,不要叫左手知道右手所做的,要叫你施舍的事行在暗中。你父在暗中察看,必然报答你。
Καὶ ὅταν προσεύχησθε, οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί· ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως φανῶσιν τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν.
你们祷告的时候,不可像那假冒为善的人;爱站在会堂里和十字路口祷告,故意叫人看见。我实在告诉你们,他们已经得了他们的赏赐。
σὺ δὲ ὅταν προσεύχῃ, "εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι" τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι.
你祷告的时候,要进你的内屋,关上门,祷告你在暗中的父;你父在暗中察看,必然报答你。
Προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί, δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται·
你们祷告,不可像外邦人那样用许多重复的话,他们以为话多就必蒙应允。
μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς, οἶδεν γὰρ [ὁ θεὸς] ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε3 πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.
你们不可效法他们;因为在你们求他以先,你们所需用的,你们的父早已知道了。
Οὕτως οὖν προσεύχεσθε ὑμεῖς Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· Ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθάτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς·
所以,你们祷告要这样说: 我们在天上的父,愿人都尊你的名为圣。愿你的国降临;愿你的旨意 行在地上,如同行在天上。
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·
我们日用的饮食,今日赐给我们。
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν·
免我们的债,如同我们免了人的债。
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.4
不叫我们遇见试探,救我们脱离那恶者。
Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις [τὰ παραπτώματα αὐτῶν], οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.
你们若饶恕人的过犯,你们的天父也必饶恕你们;你们若不饶恕人的过犯,你们的父也必不饶恕你们的过犯。
Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.
你们禁食的时候,不可像那假冒为善的人,脸上带着愁容;因为他们把脸弄得难看,故意叫人看出他们是禁食。我实在告诉你们,他们已经得了他们的赏赐。
σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυφαίῳ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυφαίῳ ἀποδώσει σοι.
你禁食的时候,要用油抹头,也要洗脸,不叫人看出你禁食来,只叫你暗中的父看见;你父在暗中察看,必然报答你。
Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν·
不要为自己积攒财宝在地上;地上有虫子咬,能锈坏,也有贼挖窟窿来偷。
θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν·
只要积攒财宝在天上;天上没有虫子咬,不能锈坏,也没有贼挖窟窿来偷。
ὅπου γάρ ἐστιν ὁ θησαυρός σου, ἐκεῖ ἔσται [καὶ] ἡ καρδία σου.
因为你的财宝在哪里,你的心也在哪里。
Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. ἐὰν οὖν ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς, ὅλον τὸ σῶμά σου φωτινὸν ἔσται· ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν, τὸ σκότος πόσον.
眼睛就是身上的灯。你的眼睛若是瞭亮,全身就光明;你的眼睛若是昏花,全身就黑暗。你里头的光若黑暗了,那黑暗是何等大呢!
Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει· οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.
一个人不能事奉两个主;不是恶这个、爱那个,就是重这个、轻那个。你们不能又事奉神,又事奉玛门。
Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε [ἢ τί πίητε], μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
所以我告诉你们,不要为生命忧虑吃什么,喝什么;也不要为身体忧虑穿什么。生命不胜于饮食吗?身体不胜于衣裳吗?
ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν;
你们看那天上的飞鸟,也不种,也不收,也不积蓄在仓里,你们的天父尚且养活它。你们不比飞鸟贵重得多吗?
τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;5
你们哪一个能用思虑使寿数多加一刻呢?
καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν· οὐ κοπιῶσιν οὐδὲ νήθουσιν·
何必为衣裳忧虑呢?你想野地里的百合花怎么长起来;它也不劳苦,也不纺线。
λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
然而我告诉你们,就是所罗门极荣华的时候,他所穿戴的,还不如这花一朵呢!
εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
你们这小信的人哪!野地里的草今天还在,明天就丢在炉里,神还给它这样的妆饰,何况你们呢!
μὴ οὖν μεριμνήσητε λέγοντες Τί φάγωμεν; ἤ Τί πίωμεν; ἤ Τί περιβαλώμεθα;
所以,不要忧虑说:吃什么?喝什么?穿什么?
πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητοῦσιν· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων.
这都是外邦人所求的。你们的天父是知道你们需用这一切的。
ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
你们要先求他的国和他的义,这些东西都要加给你们了。
μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον, ἡ γὰρ αὔριον μεριμνήσει αὑτῆς·6 ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.
所以,不要为明天忧虑,因为明天自有明天的忧虑;一天的难处一天当就够了。
- 6.1πρὸς τὸ θεαθῆναι αὐτοῖς
介词结构 πρὸς τό 加不定式表示目的(“为了……”)。此处被动语态不定式 θεαθῆναι 搭配的与格 αὐτοῖς 充当施动者与格(dative of agent),意为“被他们看见”。
- 6.2ἀπέχουσιν τὸν μισθὸν αὐτῶν
动词 ἀπέχω 源自商业收据术语,意为“全额收讫、全数领受”。此处使用现在时,表明他们借着人的称赞已经全数支取了属于他们的报酬,因而不再存有天上的赏赐。
- 6.8ὧν χρείαν ἔχετε
关系代词 ὧν 省略了先行词(如 ταῦτα),因从句中的短语 χρείαν ἔχω(需要……)支配属格而采用属格形式。
- 6.13ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ
短语 τοῦ πονηροῦ 既可理解为中性(抽象的“恶”),亦可理解为阳性(“那恶者”,即魔鬼)。鉴于与前文 πειρασμόν(试探)的对仗及当时的语言习惯,理解为指代恶势力的阳性名词更为自然。
- 6.27προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα
名词 ἡλικία 兼具“寿数(年龄)”与“身材(身量)”两义。虽然 πῆχυς(肘,约45公分)是长度单位,但结合上下文对生命与饮食的论述,以及古希伯来/希腊文学中将寿命比作长度的修辞惯例,此处取时间意义(“延长一点寿数”)更为切合文脉。
- 6.34ἡ γὰρ αὔριον μεριμνήσει αὑτῆς
代词 αὑτῆς 是反身代词 ἑαυτῆς 的缩略形式(带粗气符号)。动词 μεριμνάω 支配属格补足语,形成了拟人化结构:“明天自有明天的忧虑(明天会为它自己忧虑)”。
