← 新约圣经

马太福音

§4.1-4.25

旷野受试探与加利利传道的开始

耶稣在旷野抵挡了魔鬼的三次试探后退到加利利,呼召了最初的门徒,并开始传道医病。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

Τότε [ὁ] Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι1 ὑπὸ τοῦ διαβόλου.

当时,耶稣被圣灵引到旷野,受魔鬼的试探。

§4.2

καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν.

他禁食四十昼夜,后来就饿了。

§4.3

Καὶ προσελθὼν ὁ πειράζων εἶπεν αὐτῷ Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὸν ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.2

那试探人的进前来,对他说:“你若是神的儿子,可以吩咐这些石头变成食物。”

§4.4

ὁ δὲ ἀποκριθεὶς εἶπεν Γέγραπται "Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλʼ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. "

耶稣却回答说:“经上记着说:‘人活着,不是单靠食物,乃是靠神口里所出的一切话。’”

§4.5

Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ λέγει αὐτῷ Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι "Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου."

魔鬼就带他进了圣城,叫他站在殿顶上,对他说:“你若是神的儿子,可以跳下去,因为经上记着说:‘主要为你吩咐他的使者,他们要用手托着你,免得你的脚碰在石头上。’”

§4.7

ἔφη αὐτῷ ὁ Ἰησοῦς Πάλιν γέγραπται "Οὐκ ἐκπειράσεις Κύριον τὸν θεόν σου."

耶稣对他说:“经上又记着说:‘不可试探主你的神。’”

§4.8

Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν, καὶ εἶπεν αὐτῷ Ταῦτά σοι πάντα δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι.

魔鬼又带他上了一座极高的山,将世上的万国与万国的荣华都指给他看,对他说:“你若俯伏拜我,我就把这一切都赐给你。”

§4.10

τότε λέγει αὐτῷ ὁ Ἰησοῦς Ὕπαγε, Σατανᾶ· γέγραπται γάρ "Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις."

那时耶稣对他说:“撒但,退去吧!因为经上记着说:‘当拜主你的神,单要事奉他。’”

§4.11

Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.

于是,魔鬼离了耶稣,看哪,有天使来伺候他。

§4.12

Ἀκούσας δὲ ὅτι Ἰωάνης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ·

耶稣听见约翰下监,就退到加利利去;后又离开拿撒勒,往迦百农去,就住在那里。那地方靠海,在西布伦和拿弗他利的边界上。

§4.14

ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαίου τοῦ προφήτου λέγοντος " Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης,3 πέραν τοῦ Ἰορδάνου Γαλιλαία τῶν ἐθνῶν,"

这是要应验先知以赛亚的话,说: “西布伦地,拿弗他利地, 沿海的路,约旦河外, 外邦人的加利利——”

§4.16

" ὁ λαὸς ὁ καθήμενος ἐν σκοτίᾳ φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς."

“ 那坐在黑暗里的百姓 看见了大光; 坐在死亡之地和死荫里的人, 有光向他们升起。”

§4.17

ΑΠΟ ΤΟΤΕ ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

从那时候,耶稣就传起道来,说:“你们应当悔改,因为天国近了!”

§4.18

Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν, ἦσαν γὰρ ἁλεεῖς·

耶稣在加利利海边行走,看见弟兄二人,就是那称呼彼得的西门和他兄弟安得烈,在海里撒网;他们本是打鱼的。

§4.19

καὶ λέγει αὐτοῖς Δεῦτε ὀπίσω μου,4 καὶ ποιήσω ὑμᾶς ἁλεεῖς ἀνθρώπων.

耶稣对他们说:“来跟从我,我要叫你们得人如得鱼一样。”

§4.20

οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.

他们就立刻舍了网,跟从了他。

§4.21

Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου5 καὶ Ἰωάνην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς.

从那里往前走,又看见弟兄二人,就是西庇太的儿子雅各和他兄弟约翰,同他们的父亲西庇太在船上补网,耶稣就召唤他们。

§4.22

οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.

他们立刻舍了船和他们的父亲,跟从了耶稣。

§4.23

Καὶ περιῆγεν ἐν ὅλῃ τῇ Γαλιλαίᾳ, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

耶稣走遍加利利,在他们的会堂里教训人,传天国的福音,医治百姓各样的疾病和各样的软弱。

§4.24

καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς.

他的名声就传遍了叙利亚。那里的人把一切害病的,就是害各样疾病、各样疼痛的,和被鬼附的、癫痫的、瘫痪的,都带了来,耶稣就治好了他们。

§4.25

καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἰεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.

当下,有许多人从加利利、低加波利、耶路撒冷、犹太、约旦河外来跟从他。

语法注5 条
  1. 4.1πειρασθῆναι

    不定过去时被动不定式,在主要动词 ἀνήχθη(被引上)之后作目的不定式(infinitive of purpose),表示被引导的目的;其施动者由其后的介词短语 ὑπὸ τοῦ διαβόλου(被魔鬼)引出。

  2. 4.3εἰπὸν ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται

    跟在祈使语气不定过去时 εἰπόν(吩咐/说)之后的 ἵνα 从句在此并非古典希腊语的目的从句,而是作为宾语的名词性从句,引出间接命令的内容(“吩咐这些石头变成食物”)。

  3. 4.15ὁδὸν θαλάσσης

    虽然是宾格短语,但并非及物动词的直接宾语,而是反映了七十士译本希伯来语色彩的副词性宾格(“沿海的路”或“朝向大海的方向”),与前后的地理名称构成同位修饰或并列列举。

  4. 4.19Δεῦτε ὀπίσω μου

    副词 δεῦτε(到这里来/来吧)在此充当祈使性谓语动词,后接介词短语 ὀπίσω μου(在我后面),构成呼召作门徒的固定表达(“跟从我”)。

  5. 4.21Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου

    父名指示短语,在宾格冠词 τὸν 与属格词组 τοῦ Ζεβεδαίου 之间省略了表示亲属关系的 υἱόν(儿子),即“西庇太的儿子雅各”,是古典及通用希腊语的标准用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:4.1-4.25