← 新约圣经

马太福音

§3.1-3.17

施洗约翰的宣道与耶稣受洗

施洗约翰在旷野传道施洗,严斥法利赛人和撒都该人,并预言能力更大的后来者。耶稣来到约旦河接受约翰的洗礼,天为他开启,圣灵如鸽子降临,天上有声音称他为爱子。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

ΕΝ ΔΕ ΤΑΙΣ ΗΜΕΡΑΙΣ ἐκείναις παραγίνεται Ἰωάνης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας λέγων Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

在那些日子,施洗的约翰出来,在犹太的旷野传道,说:“天国近了,你们应当悔改!”

§3.3

Οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς διὰ Ἠσαίου τοῦ προφήτου λέγοντος "φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ."

这人就是那借先知以赛亚所说的,说: “在旷野有人声喊着说: 预备主的道, 修直他的路。”

§3.4

Αὐτὸς δὲ ὁ Ἰωάνης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον.

这约翰身穿骆驼毛的衣服,腰束皮带,吃的是蝗虫、野蜜。

§3.5

Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἰεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπʼ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.

那时,耶路撒冷和犹太全地,并约旦河一带地方的人,都出去到约翰那里,承认他们的罪,在约旦河里受他的洗。

§3.7

Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα εἶπεν αὐτοῖς Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;

约翰看见许多法利赛人和撒都该人来受洗,就对他们说:“毒蛇的孽种!谁指示你们逃避将来的忿怒呢?

§3.8

ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας·

你们要结出果子来,与悔改的心相称。

§3.9

καὶ μὴ δόξητε λέγειν1 ἐν ἑαυτοῖς Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.

不要自己心里想着说:‘有亚伯拉罕为我们的祖宗。’我告诉你们,神能从这些石头中给亚伯拉罕兴起子孙来。

§3.10

ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

现在斧子已经放在树根上,凡不结好果子的树就砍下来,丢在火里。

§3.11

ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·

我是用水给你们施洗,叫你们悔改;但那在我以后来的,能力比我更大,我就是给他提鞋也不配。他要用圣灵与火给你们施洗。

§3.12

οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ,2 καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

他手里拿着簸箕,要扬净他的场,把麦子收在仓里,把糠用不灭的火烧尽了。”

§3.13

Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάνην τοῦ βαπτισθῆναι3 ὑπʼ αὐτοῦ.

当下,耶稣从加利利来到约旦河,见了约翰,要受他的洗。

§3.14

ὁ δὲ διεκώλυεν αὐτὸν λέγων Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;

约翰想要拦住他,说:“我当受你的洗,你反倒上我这里来吗?”

§3.15

ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν.

耶稣回答说:“你暂且许我,因为我们理当这样尽诸般的义。”于是约翰许了他。

§3.16

βαπτισθεὶς δὲ ὁ Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος·

耶稣受了洗,随即从水里上来。

§3.17

καὶ ἰδοὺ ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν πνεῦμα θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν ἐρχόμενον ἐπʼ αὐτόν· καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.4

看哪,天开了,他就看见神的灵仿佛鸽子降下,落在他身上。看哪,从天上有声音说:“这是我的爱子,我所喜悦的。”

语法注4 条
  1. 3.9μὴ δόξητε λέγειν

    由 μή 加上不定过去时虚拟式(δόξητε)构成的禁止式,后接不定式 λέγειν。此处的 δοκέω 带有“自以为”、“胆敢心想”的意味,故译为“不要自己心里想着说”。

  2. 3.12οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ

    关系代词属格 οὗ 在从句中又被属格代词 αὐτοῦ 重复呼应。这是通用希腊语受闪米特语(希伯来语/亚兰语)影响的复指代词用法(resumptive pronoun),意为“簸箕在他手中的那位”。

  3. 3.13τοῦ βαπτισθῆναι

    冠词属格 τοῦ 加上不定过去时被动不定式,构成表示目的的结构,意为“为了受他的洗”。

  4. 3.17ἐν ᾧ εὐδόκησα

    不定过去时 εὐδόκησα 在此并非指过去某件具体事件,而是表达上帝持久、恒常的喜悦(即无时称不定过去时 timeless aorist),通常译为现在时态“我所喜悦的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:3.1-3.17