← 新约圣经

马太福音

§2.1-2.23

东方术士朝拜与避难埃及

东方术士前来寻访并朝拜婴孩耶稣;约瑟一家为逃避希律屠杀婴孩而避难埃及,最终定居于拿撒勒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἰεροσόλυμα λέγοντες Ποῦ ἐστὶν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.

当希律王的时候,耶稣生在犹太的伯利恒。看哪,有几个术士从东方来到耶路撒冷,说:“那生下来作犹太人之王的在哪里?我们在东方看见了他的星,特来拜他。”

§2.3

Ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρῴδης ἐταράχθη καὶ πᾶσα Ἰεροσόλυμα μετʼ αὐτοῦ, καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρʼ αὐτῶν ποῦ ὁ χριστὸς γεννᾶται.

希律王听见了,就心里不安;耶路撒冷合城的人也和他一样不安。他就召齐了祭司长和民间的文士,查问他们基督当生在何处。

§2.5

οἱ δὲ εἶπαν αὐτῷ Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου " Καὶ σύ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ."

他们对他说:“在犹太的伯利恒。因为有先知记着说: ‘犹大地的伯利恒啊, 你在犹大的领袖中绝不是最小的; 因为要从你那里出来一位统治者, 他要牧养我以色列民。’”

§2.7

Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρʼ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπεν Πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.

当下,希律暗暗地召了术士来,向他们仔细查问那星出现的准确时间,差他们往伯利恒去,说:“你们去仔细寻访那小孩子,寻到了,就来报信,好叫我也去拜他。”

§2.9

οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν, καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς, ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον.1

他们听了王的话就去了。看哪,在东方所看见的那星在前头引领他们,直行到小孩子所在的地方,就停在上面。

§2.10

ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν.

他们看见那星,就大大地极其欢喜;进了房子,看见小孩子和他母亲马利亚,就俯伏拜那小孩子,揭开宝盒,拿黄金、乳香、没药为礼物献给他。

§2.12

καὶ χρηματισθέντες κατʼ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην διʼ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.

术士因为在梦中蒙指示不要回去见希律,就从别的路回本地去了。

§2.13

Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατʼ ὄναρ τῷ Ἰωσὴφ λέγων Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.2

他们去后,看哪,主的使者向约瑟在梦中显现,说:“起来!带着小孩子和他母亲逃往埃及,住在那里,直到我吩咐你;因为希律必寻找小孩子,要除灭他。”

§2.14

ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου·

约瑟就起来,夜间带着小孩子和他母亲往埃及去,住在那里,直到希律死了。

§2.15

ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου λέγοντος "Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου".

这是要应验主借先知所说的话,说: “我从埃及召出我的儿子来。”

§2.16

Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω,3 κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων.

希律见自己被术士愚弄,就极其发怒,差人将伯利恒城里并四境所有的男孩,照着他向术士仔细查问的时候,凡两岁以内的,都杀尽了。

§2.17

Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος " φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παρακληθῆναι ὅτι οὐκ εἰσίν."

这就应验了借先知耶利米所说的话,说: ‘在拉玛听见声音,痛哭和大大的哀鸣,是拉结哭她的儿女,不肯受安慰,因为他们都不在了。’

§2.19

Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατʼ ὄναρ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέγων Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.

希律死了以后,看哪,主的使者在埃及向约瑟梦中显现,说:“起来!带着小孩子和他母亲往以色列地去,因为寻索小孩子性命的人已经死了。”

§2.21

ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ εἰσῆλθεν εἰς γῆν Ἰσραήλ. ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατʼ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

约瑟就起来,带着小孩子和他母亲进入以色列地;只因听见亚基老接着他父亲希律作了犹太王,就怕往那里去,又在梦中蒙指示,便退到加利利境内,到了一座名叫拿撒勒的城,就住在那里。这是要应验先知们所说,他将被称为拿撒勒人的话了。

语法注3 条
  1. 2.9ἐπάνω οὗ ἦν τὸ παιδίον

    不真正介词 ἐπάνω(在……之上)直接支配由关系副词 οὗ(在……的地方)引导的从句,意为“在小孩子所在的地方之上”。

  2. 2.13τοῦ ἀπολέσαι αὐτό

    带定冠词属格的动词不定式(τοῦ ἀπολέσαι)在此表示目的(“为了除灭他”),这是希腊化时期希腊语中用属格不定式代替 ἵνα 从句表示目的的常见用法。

  3. 2.16ἀπὸ διετοῦς καὶ κατωτέρω

    介词 ἀπό 与属格形容词 διετοῦς(两岁的)结合,连同副词 κατωτέρω(在……以下),构成了表示年龄界限的习用结构(“从两岁起以及两岁以下的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:2.1-2.23