← 新约圣经

马太福音

§27.34-27.66

耶稣受难被钉十字架与安葬

耶稣在各各他被钉十字架,遭受众人和祭司长们的讥讽后断气。伴随着圣殿幔子裂开等超自然异象,亚利马太的约瑟将遗体安葬,祭司长们则要求封印墓穴并派兵把守。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.34

"ἔδωκαν" αὐτῷ "πιεῖν οἶνον" μετὰ "χολῆς" μεμιγμένον· καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν.

他们把苦胆调和的酒给耶稣喝;他尝了,就不肯喝。

§27.35

σταυρώσαντες δὲ αὐτὸν "διεμερίσαντο τὰ ἱμάτια" αὐτοῦ "βάλλοντες κλῆρον," καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.

他们把他钉在十字架上,就抽签分了他的衣服,又坐在那里看守他。

§27.37

καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην ΟΥΤΟΣ ΕΣΤΙΝ ΙΗΣΟΥΣ Ο ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ.

他们还在他的头上方安上了写着他罪状的牌子:“这是犹太人的王耶稣。”

§27.38

Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.

当时,有两个强盗和他同钉十字架,一个在右边,一个在左边。

§27.39

Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν "κινοῦντες τὰς κεφαλὰς αὐτῶν"

从那里经过的人都摇着头侮辱他,说:

§27.40

καὶ λέγοντες Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.

“你这拆毁圣殿、三日之内又建造起来的,救救你自己吧!如果你是神的儿子,就从十字架上下来吧!”

§27.41

ὁμοίως [καὶ] οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπʼ αὐτόν.

祭司长们也同样和文士并长老们戏弄他说:“他救了别人,却不能救自己。他是以色列的王,现在可以从十字架上下来,我们就信他。

§27.43

"πέποιθεν ἐπὶ" "τὸν θεόν, ῥυσάσθω νῦν εἰ θέλει αὐτόν·" εἶπεν γὰρ ὅτι Θεοῦ εἰμὶ υἱός.

他倚靠神,神若要他,现在就救他吧!因为他曾说:‘我是神的儿子。’”

§27.44

τὸ δʼ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συνσταυρωθέντες σὺν αὐτῷ ὠνείδιζον αὐτόν.

连那和他同钉的强盗也是这样责骂他。

§27.45

Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.

从正午到下午三点,遍地都黑暗了。

§27.46

περὶ δὲ τὴν ἐνάτην ὥραν ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων "Ἐλωί ἐλωί λεμὰ σαβαχθανεί;" τοῦτʼ ἔστιν "Θεέ μου θεέ μου, ἵνα τί με ἐγκατέλιπες;"

约在下午三点,耶稣大声呼喊说:“以利,以利,拉马撒巴各大尼?”意思就是:“我的神,我的神,你为什么离弃我?”

§27.47

τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλείαν φωνεῖ οὗτος.

站在那里的人,有的听见就说:“这个人呼叫以利亚呢。”

§27.48

καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε "ὄξους" καὶ περιθεὶς καλάμῳ "ἐπότιζεν" αὐτόν.

其中立刻有一人跑去,拿了一块海绵,蘸满了醋,绑在苇子上,递给他喝。

§27.49

οἱ δὲ λοιποὶ εἶπαν Ἄφες ἴδωμεν1 εἰ ἔρχεται Ἠλείας σώσων αὐτόν. ⟦ἄλλος δὲ λαβὼν λόγχην ἔνυξεν αὐτοῦ τὴν πλευράν, καὶ ἐξῆλθεν ὕδωρ καὶ αἷμα.⟧ ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα.

其余的人说:“且慢,我们看以利亚来不来救他。”〔另有一人拿枪刺他的肋旁,随即有水和血流出来。〕耶稣又大声呼喊,气就断了。

§27.51

Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη [ἀπʼ] ἄνωθεν ἕως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν, καὶ ἐξελθόντες2 ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.

看哪,圣殿的幔子从上到下裂为两半,地动山摇,磐石崩裂,坟墓也开了,许多睡了的圣徒的身体活了过来,并在耶稣复活之后从坟墓里出来,进了圣城,向许多人显现。

§27.54

Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετʼ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ γινόμενα ἐφοβήθησαν σφόδρα, λέγοντες Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος.

百夫长和那些一同看守耶稣的人看见地震和所发生的事,就极其害怕,说:“这人真是神的儿子!”

§27.55

Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσὴφ μήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.

那里有许多妇女远远地观看,她们是从加利利跟随耶稣来服事他的;其中有抹大拉的马利亚,又有雅各和约瑟的母亲马利亚,并有西庇太儿子的母亲。

§27.57

Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθητεύθη τῷ Ἰησοῦ·

到了晚上,有一个亚利马太的财主来,名叫约瑟,他也是作了耶稣门徒的。

§27.58

οὗτος προσελθὼν τῷ Πειλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πειλᾶτος ἐκέλευσεν ἀποδοθῆναι.

这个人去见彼拉多,求耶稣的身体。彼拉多就下令交给他。

§27.59

καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ [ἐν] σινδόνι καθαρᾷ, καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν.

约瑟取了身体,用洁净的细麻布裹好,安放在自己在磐石里凿出来的新墓穴里;又把一块大石头滚到墓门口,就离开了。

§27.61

Ἦν δὲ ἐκεῖ Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου.

抹大拉的马利亚和另一个马利亚在那里,坐在坟墓的对面。

§27.62

Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πειλᾶτον λέγοντες Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι·

次日,就是预备日的后一天,祭司长和法利赛人聚集到彼拉多那里,说:“大人,我们记得那骗子还活着的时候曾说:‘三日后我要复活。’

§27.64

κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μή ποτε ἐλθόντες οἱ μαθηταὶ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.

因此,请下令把坟墓把守稳当,直到第三天,免得他的门徒来把他偷去,又对百姓说:‘他从死人中复活了。’这样,后来的骗局就比先前的更厉害了。”

§27.65

ἔφη αὐτοῖς ὁ Πειλᾶτος Ἔχετε κουστωδίαν·3 ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.

彼拉多对他们说:“你们有卫兵;去吧,尽你们所能把守妥当。”

§27.66

οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.

他们就去,同卫兵一起封了石头,把坟墓把守稳当。

语法注3 条
  1. 27.49Ἄφες ἴδωμεν

    第二人称单数命令语气 ἄφες 后接第一人称复数虚拟语气 ἴδωμεν,构成习惯句式,意为“等等/由他去,让我们看看”,表现出旁观者带有嘲弄色彩的好奇心。

  2. 27.53ἐξελθόντες

    此处使用了阳性复数主格分词 ἐξελθόντες,其逻辑主语为前文的中性复数名词 σώματα(身体)。这属于按意义呼应(constructio ad sensum),语法性(中性)让位于其实际指代的人(复活的圣徒们)。

  3. 27.65Ἔχετε κουστωδίαν

    ἔχετε 既可分析为现在直陈式(“你们有卫兵”),亦可视为现在命令式(“带上卫兵去吧”)。直陈式指总督指出他们本有圣殿守卫或允许调拨罗马兵,命令式则为批准派兵;各语言译文均在此语境下保持一致判断。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:27.34-27.66