← 新约圣经

马太福音

§27.1-27.33

彼拉多审问耶稣与定死罪

耶稣被解交给总督彼拉多,懊悔的犹大自缢身亡。彼拉多顺应众人要求释放巴拉巴并定意将耶稣钉十字架,耶稣受兵丁戏弄后被押往各各他。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§27.1

Πρωίας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν·1 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν Πειλάτῳ τῷ ἡγεμόνι.

到了早晨,所有的祭司长和民间的长老商议,要置耶稣于死地;就把他捆绑,解去交给总督彼拉多。

§27.3

Τότε ἰδὼν Ἰούδας ὁ παραδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις λέγων Ἥμαρτον παραδοὺς αἷμα δίκαιον.

这时候,出卖耶稣的犹大看见耶稣已经定了罪,就后悔,把那三十块银钱拿回来给祭司长和长老,说:“我卖了无辜之人的血,是有罪了。”

§27.4

οἱ δὲ εἶπαν Τί πρὸς ἡμᾶς; σὺ ὄψῃ.2

他们说:“那与我们有什么相干?你自己看着办吧!”

§27.5

καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο.

他就把那些银钱扔在殿里,退了出去,离开去上吊自尽了。

§27.6

Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν·

祭司长拾起银钱来说:“这是血价,不可放在库里。”

§27.7

συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις.

他们商议,就用那些银钱买了窑户的一块田,用来埋葬外乡人。

§27.8

διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον.

所以那块田直到今日还叫作“血田”。

§27.9

Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος "Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, " "καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι Κύριος."

这就应验了先知耶利米所说的话,说: “他们拿了那三十块银钱,就是被估定之人身价的银子,是以色列人中所估定的,买下了窑户的田,正如主所吩咐我的。”

§27.11

Ὁ δὲ Ἰησοὺς ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ἔφη Σὺ λέγεις.

耶稣站在总督面前,总督问他说:“你是犹太人的王吗?”耶稣说:“你说的是。”

§27.12

καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο.

他被祭司长和长老控告的时候,什么都不回答。

§27.13

τότε λέγει αὐτῷ ὁ Πειλᾶτος Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν;

彼拉多就对他说:“他们作见证告你这许多事,你没有听见吗?”

§27.14

καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.

耶稣连一句话也不回答他,以致总督甚觉希奇。

§27.15

Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον.

每逢节期,总督惯常按众人所要的,释放一个囚犯给他们。

§27.16

εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν.

当时有一个出名的囚犯,名叫巴拉巴。

§27.17

συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πειλᾶτος Τίνα θέλετε ἀπολύσω ὑμῖν,3 [τὸν] Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;

众人聚集的时候,彼拉多就对他们说:“你们要我释放哪一个给你们?是巴拉巴呢,还是那称为基督的耶稣?”

§27.18

ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.

因为他知道他们是出于嫉妒才把他解了来的。

§27.19

Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ,4 πολλὰ γὰρ ἔπαθον σήμερον κατʼ ὄναρ διʼ αὐτόν.

彼拉多正坐在审判席上的时候,他的夫人打发人到他那里,说:“这义人的事你一点也不可管,因为我今天在梦中为他受了许多苦。”

§27.20

Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.

祭司长和长老却挑唆众人,叫他们求释放巴拉巴,除灭耶稣。

§27.21

ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν Τὸν Βαραββᾶν.

总督回答他们说:“这两个人,你们要我释放哪一个给你们呢?”他们说:“巴拉巴!”

§27.22

λέγει αὐτοῖς ὁ Πειλᾶτος Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν; λέγουσιν πάντες Σταυρωθήτω.

彼拉多对他们说:“那么,那称为基督的耶稣,我怎么办他呢?”他们都说:“把他钉十字架!”

§27.23

ὁ δὲ ἔφη Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες Σταυρωθήτω.

总督说:“为什么呢?他作了什么恶事?”他们却更加大声喊着说:“把他钉十字架!”

§27.24

ἰδὼν δὲ ὁ Πειλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας κατέναντι τοῦ ὄχλου λέγων Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου·5 ὑμεῖς ὄψεσθε.

彼拉多见毫无益处,反而越发要生乱,就拿水在众人面前洗手,说:“流这人的血,罪不在我,你们自己看着办吧!”

§27.25

καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν Τὸ αἷμα αὐτοῦ. ἐφʼ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.

众人都回答说:“他的血归到我们和我们的子孙身上!”

§27.26

τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.

于是彼拉多释放巴拉巴给他们,把耶稣鞭打了,交给人钉十字架。

§27.27

Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπʼ αὐτὸν ὅλην τὴν σπεῖραν.

那时,总督的兵丁把耶稣带进总督府,聚齐了全营的兵在他周围。

§27.28

καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιξαν αὐτῷ λέγοντες Χαῖρε, βασιλεῦ τῶν Ἰουδαίων, καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.

他们脱了他的衣服,穿上一件朱红色的袍子,用荆棘编作冠冕,戴在他头上,拿一根苇子放在他右手,跪在他面前戏弄他,说:“恭喜,犹太人的王啊!”又向他吐唾沫,拿苇子打他的头。

§27.31

καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.

戏弄完了,就给他脱了袍子,仍穿上他自己的衣服,带他出去要钉十字架。

§27.32

Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.

他们出来的时候,遇见一个古利奈人,名叫西门,就强迫他背耶稣的十字架。

§27.33

Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθά, ὅ ἐστιν Κρανίου Τόπος λεγόμενος,

他们到了一个地方,名叫各各他,意思就是“髑髅地”,

语法注5 条
  1. 27.1ὥστε θανατῶσαι αὐτόν

    由 ὥστε 加不定式(θανατῶσαι)构成的结果/目的从句,语境中兼具强烈的目的含义,即“为要把他治死/定意置他于死地”。

  2. 27.4Τί πρὸς ἡμᾶς; σὺ ὄψῃ.

    前半句为省略系词的习语:“这与我们有什么[相干]?”后半句中的将来时中间态 ὄψῃ 带有命令、嘱咐的语气(volitional future),意为“你自己看着办/照应吧”。

  3. 27.17Τίνα θέλετε ἀπολύσω ὑμῖν

    审议性虚拟语气 ἀπολύσω 未带连词 ἵνα,直接由动词 θέλετε 引出,构成并列无连词结构,意为“你们要我给你们释放哪一个呢?”。

  4. 27.19Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ

    省略动词的惯用结构(μηδὲν [ἔστω] σοὶ καὶ...):字面为“无事与你及那义人”,即“你与那义人之间不要有任何牵连/你切不可管他的事”。

  5. 27.24Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου

    形容词 ἄθῳος(无罪的)后接介词短语 ἀπὸ τοῦ αἵματος(表示分离与责任源头),构成“我脱离这血的责任/在这人的血上我是无辜的”之意,带有塞姆语习惯用法的特征。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:27.1-27.33