← 新约圣经

马太福音

§28.1-28.20

耶稣的复活与显现及颁布大使命

抹大拉的马利亚等妇女见证空墓并受复活之耶稣显现,祭司长收买守卫散布盗尸谣言,耶稣在加利利的山上向十一门徒颁布大使命。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

Ὀψὲ δὲ σαββάτων,1 τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον.

安息日既过,在向着一周的第一日破晓时分,抹大拉的马利亚和另一个马利亚来看坟墓。

§28.2

καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισε τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.

看哪,发生了大地震;因为主的使者从天降下来,走上前来滚开石头,坐在上面。

§28.3

ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών.

他的容貌如同闪电,衣服洁白如雪。

§28.4

ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ2 ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ὡς νεκροί.

看守的人因为害怕他就浑身发抖,变得像死人一样。

§28.5

ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε·

使者回应妇女们说:“你们不要怕!我知道你们在找那被钉十字架的耶稣。

§28.6

οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο·

他不在这里,因为正如他所说的,他已经复活了。来,看看他曾躺过的地方。

§28.7

καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν.

快去告诉他的门徒说:‘他已经从死人中复活了。看哪,他在你们以先往加利利去,在那里你们将要见到他。’看哪,我已经告诉你们了。”

§28.8

καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.

她们就带着恐惧和大喜乐,急忙离开坟墓,跑去向他的门徒报信。

§28.9

καὶ ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων Χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.

看哪,耶稣迎着她们,说:“愿你们平安!”她们走上前来抱住他的脚,向他下拜。

§28.10

τότε λέγει αὐταῖς ὁ Ἰησοῦς Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.

那时,耶稣对她们说:“不要怕!去向我的弟兄报信,叫他们往加利利去,在那里他们将要见到我。”

§28.11

Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.

她们去的时候,看哪,有些卫兵进了城,把所发生的一切事都向祭司长们报告。

§28.12

καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις λέγοντες Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων·

祭司长和长老们聚会商议之后,拿了许多银子给兵丁,说:“你们要说:‘夜间我们睡觉的时候,他的门徒来把他偷去了。’

§28.14

καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος,3 ἡμεῖς πείσομεν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.

若是这话传到总督那里,我们也会劝服他,免得你们担惊受怕。”

§28.15

οἱ δὲ λαβόντες ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον [ἡμέρας].

兵丁受了银子,就照所嘱咐他们的去行。这话就在犹太人中间传开了,直到今日。

§28.16

Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἰδόντες αὐτὸν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν.4

十一个门徒往加利利去,到了耶稣指定他们去的山上。他们见了他,就拜他,然而有人疑惑。

§28.18

καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ [τῆς] γῆς·

耶稣走上前来对他们说:“天上地上所有的权柄都赐给我了。

§28.19

πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθʼ ὑμῶν εἰμὶ πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.

所以你们要去,使万民作门徒,奉父、子、圣灵的名给他们施洗,凡我所吩咐你们的一切,都教导他们遵守。看哪,我天天与你们同在,直到时代的终结。”

语法注4 条
  1. 28.1Ὀψὲ δὲ σαββάτων

    副词 ὀψέ 在此作支配属格 σαββάτων 的介词用法,意为“在……之后”或“在……暮时”。与后文的明确时间短语 τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων(向着一周的第一日破晓时)相结合,此处当解作“安息日既过”。

  2. 28.4ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ

    αὐτοῦ 为宾格性属格,意为“因对他的惧怕(惧怕那位使者)”。介词 ἀπό 则引出引起反应的原因。

  3. 28.14ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος

    介词 ἐπί 接属格 τοῦ ἡγεμόνος,在此指处于长官的权威听审之下或在其面前(“在总督面前听讼”或引申为“传到总督耳中”),带有司法性或官方陈报的语境。

  4. 28.17οἱ δὲ ἐδίστασαν

    在此处没有先行词 οἱ μέν 的情况下,οἱ δέ 在通用希腊语中可作部分称谓用,表示“然而其中有人(疑惑)”,将一部分人与前面整体敬拜(προσεκύνησαν)的主语区分开来。亦可作转折解释指全体(“他们敬拜,却又疑惑”),但取部分主语更为连贯自然。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:28.1-28.20