← 新约圣经

马太福音

§26.1-26.28

在伯大尼受膏与设立圣餐

耶稣预告自己将受害,祭司长等密谋捉拿他,而在伯大尼有一妇人为他浇灌贵重香膏。随后犹大答应出卖耶稣,逾越节筵席备妥,耶稣指出出卖者并设立了圣餐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

ΚΑΙ ΕΓΕΝΕΤΟ ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.1

耶稣说完了这一切的话,就对门徒说: “你们知道,过两天就是逾越节,人子将要被交给人钉十字架。”

§26.3

Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καιάφα, καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν·

那时,祭司长和民间的长老聚集在名叫该亚法的大祭司的院子里,商议要用诡计拿住耶稣,把他杀害;只是他们说:

§26.5

ἔλεγον δέ Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.

“不可在节期,恐怕民间生乱。”

§26.6

Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου.

耶稣在伯大尼长大麻风的西门家里,有一个女人拿着一玉瓶极贵重的香膏到他面前来,趁他坐席的时候,浇在他的头上。

§26.8

ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες Εἰς τί ἡ ἀπώλεια αὕτη;

门徒看见就很不悦,说:“何用这样的枉费呢?

§26.9

ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ2 καὶ δοθῆναι πτωχοῖς.

这香膏本可以卖许多钱,周济穷人。”

§26.10

γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ·

耶稣看出他们的意思,就对他们说:“为什么难为这女人呢?她在我身上做的是一件美事。

§26.11

πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε·

因为常有穷人和你们同在,只是你们不常有我。

§26.12

βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με3 ἐποίησεν.

她把这香膏浇在我身上,是为我安葬做准备。

§26.13

ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.

我实在告诉你们,普天之下,无论在什么地方传这福音,也要述说这女人所做的,作为对她的纪念。”

§26.14

Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπεν Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; "οἱ δὲ ἔστησαν" αὐτῷ "τριάκοντα ἀργύρια."

当下,十二门徒里有一个称为加略人犹大的,去见祭司长,说:“我把他交给你们,你们愿意给我什么?” 他们就称给 他三十块银钱。

§26.16

καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.

从那时候起,他就找机会要把耶稣交出来。

§26.17

Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;

除酵节的第一天,门徒来问耶稣说:“你要我们在哪里给你预备吃逾越节的筵席?”

§26.18

ὁ δὲ εἶπεν Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ Ὁ διδάσκαλος λέγει Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.

耶稣说:“你们进城去,到某人那里,对他说:‘夫子说:我的时候快到了,我与门徒要在你家守逾越节。’”

§26.19

καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.

门徒遵照耶稣所吩咐的去办,预备了逾越节的筵席。

§26.20

Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα [μαθητῶν].

到了晚上,耶稣和十二个门徒坐席。

§26.21

καὶ ἐσθιόντων αὐτῶν εἶπεν Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.

正吃的时候,他说:“我实在告诉你们,你们中间有一个人要出卖我了。”

§26.22

καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ εἷς ἕκαστος Μήτι ἐγώ εἰμι, κύριε;

他们极其忧伤,一个一个地问他说:“主,难道是我吗?”

§26.23

ὁ δὲ ἀποκριθεὶς εἶπεν Ὁ ἐμβάψας μετʼ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει·

耶稣回答说:“同我蘸手在盘子里的,就是他要出卖我。

§26.24

ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη4 ὁ ἄνθρωπος ἐκεῖνος.

人子固然要照着所指着他写的离去,但那出卖人子的人有祸了!那人若没有生下来倒好。”

§26.25

ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν Μήτι ἐγώ εἰμι, ῥαββεί; λέγει αὐτῷ Σὺ εἶπας.5

出卖耶稣的犹大也回答说:“拉比,难道是我吗?”耶稣对他说:“你说的是。”

§26.26

Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν Λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου.

他们吃的时候,耶稣拿起饼来,祝福了,就擘开,递给门徒,说:“拿去吃吧,这是我的身体。”

§26.27

καὶ λαβὼν ποτήριον [καὶ] εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτο γάρ ἐστιν "τὸ αἷμά" μου "τῆς διαθήκης" τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·

他又拿起杯来,祝谢了,递给他们,说:“你们都喝这个;因为这是 我立约的 血, 为许多人流出来的, 使罪得赦。

语法注5 条
  1. 26.2εἰς τὸ σταυρωθῆναι

    介词 εἰς 后接带冠词的被动态不定式 τὸ σταυρωθῆναι,表示目的(“为了被钉十字架”)。

  2. 26.9πολλοῦ

    中性单数属格,作被动态不定式 πραθῆναι 的价格/价值属格(“卖许多钱”)。

  3. 26.12πρὸς τὸ ἐνταφιάσαι με

    介词 πρὸς 搭配带冠词的主动态不定式 τὸ ἐνταφιάσαι 及宾格代词 με,表达目的(“为安葬我做准备”)。

  4. 26.24καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη

    主句中未完成过去时 καλὸν ἦν 不带 ἄν,系表达适宜性或评价的惯用句法,与从句的不定过去时直陈式 εἰ οὐκ ἐγεννήθη 共同构成与过去事实相反的虚拟评价(“那人若没有生下来倒好”)。

  5. 26.25Σὺ εἶπας

    字面为“你说了”,实为确认或肯定对方问话的惯用答话方式(“你说的是”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:26.1-26.28