- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:25.26-25.46
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
主人责罚懒惰的仆人并夺其银子丢入黑暗。随后记载万民受审判的比喻,人子将羊与山羊分开,按各人对至微小者的行为判定其归入永刑或永生。
ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα; ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζείταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.1
主人回答他说:‘你这又恶又懒的仆人,你既然知道我没有撒种的地方要收割,没有簸扬的地方要聚敛,你就该把我的银子放给兑换银钱的人,到我来的时候,可以连本带利收回。
ἄρατε οὖν ἀπʼ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα·
所以,从他那里夺过这他连得来,给那有十他连得的。
τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· τοῦ δὲ μὴ ἔχοντος2 καὶ ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ.
因为凡有的,还要加给他,叫他有余;没有的,连他所有的也要夺过来。
καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
把这无用的仆人丢在外面的黑暗里,在那里必要哀哭切齿了。’
Ὅταν δὲ "ἔλθῃ" ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ "πάντες οἱ ἄγγελοι μετʼ αὐτοῦ," τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπʼ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.
当人子 在他的荣耀里,同众天使一起来临的时候,他要坐在他荣耀的宝座上。万民都要聚集在他面前;他要把他们彼此分开,好像牧人把绵羊与山羊分开一样,把绵羊安置在右边,山羊在左边。
τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου,3 κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με.
于是王要对那右边的说:‘你们这蒙我父赐福的,可来承受那创世以来为你们所预备的国;因为我饿了,你们给我吃;渴了,你们给我喝;我作客旅,你们留我住;我赤身露体,你们给我穿;我病了,你们看顾我;我在监里,你们来看我。’
τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες Κύριε, πότε σε εἴδαμεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν;
那时义人要回答说:‘主啊,我们什么时候见你饿了,给你吃,渴了,给你喝?
πότε δέ σε εἴδαμεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν;
什么时候见你作客旅,留你住,或是赤身露体,给你穿?
πότε δέ σε εἴδομεν ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;
又什么时候见你病了,或是在监里,来看你呢?’
καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς Ἀμὴν λέγω ὑμῖν, ἐφʼ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.
王要回答他们说:‘我实在告诉你们,这些事你们既做在我这弟兄中一个最小的身上,就是做在我身上了。’
τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων Πορεύεσθε ἀπʼ ἐμοῦ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ·
那时他又要对那左边的说:‘你们这被咒诅的人,离开我,进入那为魔鬼和他的使者所预备的永火里去!
ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, [καὶ] ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.
因为我饿了,你们没有给我吃;渴了,你们没有给我喝;我作客旅,你们没有留我住;我赤身露体,你们没有给我穿;我病了,我在监里,你们没有看顾我。’
τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;
那时他们也要回答说:‘主啊,我们什么时候见你饿了,或渴了,或作客旅,或赤身露体,或病了,或在监里,没有服事你呢?’
τότε ἀποκριθήσεται αὐτοῖς λέγων Ἀμὴν λέγω ὑμῖν, ἐφʼ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.
那时他要回答他们说:‘我实在告诉你们,这些事你们既不做在这些最小的当中一个身上,也就是不做在我身上了。’
καὶ ἀπελεύσονται "οὗτοι εἰς" κόλασιν "αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον."
这些人要往 永刑里去;义人却要往 永生里去。
- 25.27ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζείταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.
无人称动词未完成过去时 ἔδει 表示过去未履行的义务(“本应当存入”);随后的 ἐκομισάμην ἄν(不定过去时直陈语气加 ἄν)构成了与过去事实相反的虚拟条件句的结句(“我就连本带利收回了”)。
- 25.29τοῦ δὲ μὴ ἔχοντος
置于句首的属格短语 τοῦ δὲ μὴ ἔχοντος(“至于那没有的”)在句法上充当悬空属格(genitivus pendens),其语义在句末由介词短语 ἀπʼ αὐτοῦ(“从他那里”)予以呼应和收束。
- 25.34οἱ εὐλογημένοι τοῦ πατρός μου
被动语态完成时分词 εὐλογημένοι 后的属格 τοῦ πατρός μου 充当动作主体属格(agent genitive),相当于古典时期的 ὑπό 加属格,意为“蒙我父所赐福的”。
