- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:26.29-26.51
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣预言门徒的跌倒与彼得的否认,随后在客西马尼经历痛苦的祈祷。犹大率领武装人群前来捉拿耶稣,耶稣的一名同行者削掉了大祭司仆人的耳朵。
λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπʼ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθʼ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
“但我告诉你们,从今以后,我绝不再喝这葡萄树的果实,直到我在我父的国里同你们喝新的那日子。”
Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.
他们唱了诗,就出来往橄榄山去。
Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ "Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης·"
那时,耶稣对他们说:“今夜,你们都要因我跌倒,因为经上记着: ‘我要击打牧人,羊群的羊就分散了。’
μετὰ δὲ τὸ ἐγερθῆναί με1 προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
但我复活以后,要在你们以先往加利利去。”
ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.
彼得回答他说:“即便众人都因你跌倒,我却绝不跌倒。”
ἔφη αὐτῷ ὁ Ἰησοῦς Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
耶稣对他说:“我实在告诉你,就在今夜,鸡叫以前,你要三次不认我。”
λέγει αὐτῷ ὁ Πέτρος Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν,2 οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν.
彼得对他说:“我就是必须和你同死,也绝不会不认你。”所有的门徒也都这样说。
Τότε ἔρχεται μετʼ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανεί, καὶ λέγει τοῖς μαθηταῖς Καθίσατε αὐτοῦ ἕως [οὗ] ἀπελθὼν ἐκεῖ προσεύξωμαι.
那时,耶稣同他们来到一个叫作客西马尼的地方,对门徒说:“你们坐在这里,等我到那边去祈祷。”
καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
他就带着彼得和西庇太的两个儿子同去,便忧愁起来,极其难过。
τότε λέγει αὐτοῖς "Περίλυπός ἐστιν ἡ ψυχή μου" ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετʼ ἐμοῦ.
于是对他们说: “我的心甚是忧伤, 几乎要死;你们留在这里,同我一起儆醒。”
καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπʼ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλʼ ὡς σύ. καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετʼ ἐμοῦ;
他就稍往前走,俯伏在地祈祷说:“我父啊,倘若可行,求你叫这杯离开我;然而,不要照我的意思,只要照你的意思。” 他来到门徒那里,见他们睡着了,就对彼得说:“怎么,你们不能同我儆醒一个时辰吗?
γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής.
总要儆醒祈祷,免得入了迷惑;心灵固然愿意,肉体却软弱了。”
πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο [λέγων] Πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
第二次他又去祈祷说:“我父啊,这杯若不能离开我,必要我喝,就愿你的意旨成就。”
καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
他又来,见他们睡着了,因为他们的眼睛困倦。
καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν.
他就离开他们,又去第三次祈祷,说的还是同样的话。
τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε·3 ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
于是来到门徒那里,对他们说:“你们现在还在睡觉安歇吗?看哪,时候近了,人子被交在罪人手里了。
ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
起来,我们走吧!看哪,出卖我的人近了。”
Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετʼ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
说话之间,看哪,那十二门徒里的犹大来了,并有许多人带着刀棒,从祭司长和民间的长老那里同他一块儿来。
ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν.
那出卖耶稣的曾给他们一个暗号,说:“我同谁亲嘴,谁就是他;你们抓住他。”
καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν Χαῖρε, ῥαββεί· καὶ κατεφίλησεν αὐτόν.
他就立即来到耶稣面前说:“请拉比安!”便和他亲嘴。
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ Ἑταῖρε, ἐφʼ ὃ πάρει.4 τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.
耶稣对他说:“朋友,你来要做的事,就做吧。”于是那些人上前,下手拿住耶稣,捉拿了他。
καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
看哪,与耶稣同在的人中,有一个人伸手拔出刀来,击打大祭司的仆人,削掉了他的一只耳朵。
- 26.32μετὰ δὲ τὸ ἐγερθῆναί με
介词 μετά 接冠词附加不定式宾格(被动态不定过去时 τὸ ἐγερθῆναι),表示时间先后(“在我复活之后”)。宾格代词 με 充当该不定式的逻辑主语。
- 26.35Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν
κἄν 为 καὶ ἐάν 的紧缩形式,引导让步条件从句(“即使……”)。无人称动词 δέῃ(现在时虚拟语气)带宾格加不定式结构(逻辑主语 με 与不定式 ἀποθανεῖν)。
- 26.45Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε
动词形式既可作现在时直陈语气,亦可作现在时祈使语气。既可理解为反讽性质的祈使句(“现在你们尽管睡去歇着吧”),亦可理解为责备性的疑问句(“你们还在睡觉安歇吗?”)。鉴于后文紧接着“看哪,时候近了”“起来,我们走吧”,此处取责问性的疑问句解读。
- 26.50Ἑταῖρε, ἐφʼ ὃ πάρει.
省略句构,关系从句 ἐφʼ ὃ πάρει 所属的主句动词被省略(或中止句/祈使性省略)。在通用希腊语中,关系代词 ὅς 偶可代作疑问代词,但此处最宜解作省略了命令动词(如“做吧”)的结构,意为“[做]你为此而来的事吧”。
