← 新约圣经

马太福音

§25.1-25.25

十个童女的比喻与按才受托的比喻

耶稣借着十个童女等候新郎的比喻教导人要警醒,随后开始讲述关于三个仆人受托银子(按才干受托比喻)的故事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.1

Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου.

那时,天国好比十个童女,拿着自己的灯出去迎接新郎。

§25.2

πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ καὶ πέντε φρόνιμοι·

其中五个是愚拙的,五个是聪明的。

§25.3

αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας [αὐτῶν] οὐκ ἔλαβον μεθʼ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων ἑαυτῶν.

愚拙的拿着她们的灯,却没有随身带油;聪明的拿着灯,又在器皿里带了油。

§25.5

χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.

新郎迟延的时候,她们都打盹,睡着了。

§25.6

μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν Ἰδοὺ ὁ νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν.

半夜有人喊叫说:‘看哪,新郎来了,你们出来迎接!’

§25.7

τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν.

那些童女就都起来收拾自己的灯。

§25.8

αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.

愚拙的对聪明的说:‘请分点你们的油给我们,因为我们的灯要灭了。’

§25.9

ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι Μήποτε οὐ μὴ ἀρκέσῃ1 ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.

聪明的回答说:‘恐怕不够我们和你们用的;你们不如到卖油的那里去,为自己买吧。’

§25.10

ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετʼ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.

她们去买的时候,新郎到了;那预备好了的,同他进去坐席,门就关了。

§25.11

ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι Κύριε κύριε, ἄνοιξον ἡμῖν·

其余的童女随后也来了,说:‘主啊,主啊,给我们开门!’

§25.12

ὁ δὲ ἀποκριθεὶς εἶπεν Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.

他却回答说:‘我实在告诉你们,我不认识你们。’

§25.13

Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν.

所以,你们要警醒,因为那日子、那时辰,你们不知道。

§25.14

Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν2 ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν.

因为这就好比一个人要往外国去,叫了自己的仆人来,把他的家业交给他们,按着各人的才干,一个给了五他连得,一个给了二他连得,一个给了一他连得,就动身去了。

§25.16

εὐθέως πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε· ὡσαύτως ὁ τὰ δύο ἐκέρδησεν ἄλλα δύο· ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.

那领五他连得的立刻去用它们做买卖,另外赚了五他连得;同样,那领二他连得的也另外赚了二他连得;但那领一他连得的去掘开地,把主人的银子藏了。

§25.19

μετὰ δὲ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετʼ αὐτῶν.

过了许久,那些仆人的主人来了,和他们算账。

§25.20

καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα.

那领五他连得的上前,带来另外五他连得,说:‘主啊,你交给我五他连得。请看,我又赚了五他连得。’

§25.21

ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.

主人对他说:‘好,你这又良善又忠心的仆人,你在少许的事上有忠心,我要派你管理许多事;进来享受你主人的快乐吧。’

§25.22

προσελθὼν καὶ ὁ τὰ δύο τάλαντα εἶπεν Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα.

那领二他连得的也上前,说:‘主啊,你交给我二他连得。请看,我又赚了二他连得。’

§25.23

ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.

主人对他说:‘好,你这又良善又忠心的仆人,你在少许的事上有忠心,我要派你管理许多事;进来享受你主人的快乐吧。’

§25.24

προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος,3 θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας·

那领一他连得的也上前,说:‘主啊,我知道你是个严厉的人,没有撒种的地方要收割,没有簸扬的地方要聚敛;我就害怕,去把你的他连得藏在地里。

§25.25

καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν.

请看,你有属于你的了。’

语法注3 条
  1. 25.9Μήποτε οὐ μὴ ἀρκέσῃ

    连接词 μήποτε 后接强化否定 οὐ μή 与不定过去时虚拟语气(ἀρκέσῃ)。本意为表达担忧(“唯恐不足以……”),在独立句中常用于委婉或断然的拒绝,表示“恐怕绝不够……”或“也许不够我们和你们用的”。

  2. 25.14Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν

    Ὥσπερ(“正如……”)引导比较从句,但后面省略了与之对应的正句(例如 οὕτως ἔσται ἡ βασιλεία τῶν οὐρανῶν,“天国也是这样”),构成倒错破格(anacoluthon)或主句省略。承接上文警醒的告诫以及第1节的主题,比喻的对应主体可在语境中自然补足。

  3. 25.24ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος

    前置提引(prolepsis/anticipation)构式:从属 ὅτι 句的逻辑主语(σε)被提前置于主句动词(ἔγνων)的直接宾语(宾格)位置。在语义上等同于 ἔγνων ὅτι σὺ σκληρὸς εἶ ἄνθρωπος(“我知道你是个严厉的人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:25.1-25.25