- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:24.29-24.51
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣描述了天体震动与人子带着大荣耀降临的景象,并借无花果树的比方和挪亚日子的预兆,告诫门徒因无人知晓确切时辰而必须时刻警醒、忠心尽责。
Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων "ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. "
那些日子的灾难一过去,“日头就变黑了,月亮也不发光,众星要从天上坠落,天上的万象都要震动。”
καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ, καὶ τότε "κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς" καὶ ὄψονται "τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ" μετὰ δυνάμεως καὶ δόξης πολλῆς·
那时,人子的征兆要在天上显现,那时,“地上的万族都要哀哭”,并且他们要看见“人子带着能力和大荣耀,驾着天上的云降临”。
καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ "μετὰ σάλπιγγος μεγάλης," καὶ "ἐπισυνάξουσιν" τοὺς ἐκλεκτοὺς αὐτοῦ "ἐκ τῶν τεσσάρων ἀνέμων ἀπʼ ἄκρων οὐρανῶν ἕως [τῶν] ἄκρων αὐτῶν."
他要差遣他的使者,“吹响大号筒”,他们要 “招聚”他的选民,“从四风,从天这边到天那边。”
Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ,1 γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε πάντα ταῦτα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
你们应当从无花果树学个比方:当树枝发嫩长叶的时候,你们就知道夏天近了;同样,你们看见这一切的事,也应当知道他已经近了,正在门口了。
ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως [ἂν] πάντα ταῦτα γένηται.
我实在告诉你们,这世代还没有过去,这一切事都要发生。
ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
天地要过去,我的话却绝不能过去。
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος.
但关于那日子和那时辰,没有人知道,连天上的使者也不知道,子也不知道,惟独父知道。
ὥσπερ γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
因为正如挪亚的日子怎样,人子的降临也要怎样。
ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις [ἐκείναις] ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας "εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν," καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
因为在洪水以前的那些日子里,人们照常吃喝嫁娶,直到挪亚“进入方舟”的那日,他们并不知晓,直到洪水来把他们全都冲走;人子的降临也要这样。
τότε ἔσονται δύο ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται· δύο ἀλήθουσαι ἐν τῷ μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται.
那时,两个人在田里,一个被带走,一个被留下;两个女人在推磨,一个被带走,一个被留下。
γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται.
所以你们要警醒,因为你们不知道你们的主哪一天来到。
ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν2 διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ.
你们要知道这一点:家主若知道贼在几更天来,就必警醒,不容自己的房屋被挖透。
διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
因此,你们也要预备,因为在你们想不到的时辰,人子就来了。
Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκετείας αὐτοῦ τοῦ δοῦναι3 αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
究竟谁是忠心有见识的仆人,被主人设立管理全家、按时分粮给他们的呢?
μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα·
主人来到,看见他这样行,那仆人就有福了。
ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
我实在告诉你们,主人要派他管理自己所有的产业。
ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ Χρονίζει μου ὁ κύριος, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
如果那恶仆心里说:‘我的主人必来得迟’,就动手打他的同伴,又和醉酒的人一同吃喝,在想不到的日子,不知道的时辰,那仆人的主人必来,重重地惩办他,定他与假冒为善的人同受分;在那里必要哀哭切齿了。
- 24.32τὰ φύλλα ἐκφύῃ
动词 ἐκφύῃ 为现在时虚拟语气第三人称单数。既可视为及物用法,承接前句的主语 ὁ κλάδος(枝子),以 τὰ φύλλα 为宾语(即“枝子长出叶子”);亦可视为中动/被动态,以中性复数主语 τὰ φύλλα 配单数动词(即“叶子萌生”)。鉴于其与前面的 γένηται 紧密并列,承接同一主语 ὁ κλάδος 并将 τὰ φύλλα 视为直接宾语在句法上更为自然统一。
- 24.43εἰ ᾔδει ... ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν
属于过去与事实相反的虚拟条件句(past contrary-to-fact condition)。条件从句使用过去完成时陈述语气 ᾔδει(οἶδα 的过去完成形式,作过去时使用,“假若他知晓”);主句则由语气助词 ἄν 配合不定过去时陈述语气 ἐγρηγόρησεν ἂν 与 οὐκ ἂν εἴασεν 构成,表示过去未曾发生的结果(“他本会警醒,也不会容许”)。
- 24.45τοῦ δοῦναι
带中性属格冠词 τοῦ 的不定式(articular infinitive),紧随主动词 κατέστησεν 之后,在句中充当目的从属成分,表目的(“为了按时分给”)。
