← 新约圣经

马太福音

§22.1-22.46

婚宴的比喻与驳斥反对者的试问

耶稣讲了王为儿子摆设婚宴的比喻,继而在关于纳税给凯撒、死人复活以及最大诫命的质问中驳倒了反对者,最后以基督与大卫的关系发问使所有人哑口无言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ,1 ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ.

耶稣再次用比喻回答他们说:“天国好比一个王为自己的儿子办婚宴。

§22.3

καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.

他打发仆人们去叫那些被请的人来赴婚宴,他们却不肯来。

§22.4

πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων Εἴπατε τοῖς κεκλημένοις Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.

他又打发别的仆人去,说:‘你们告诉那些被请的人说:“看哪,我已经预备好了筵席,我的公牛和肥畜已经宰了,样样齐备;请你们来赴婚宴。”’

§22.5

οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ·2 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.

他们却漠不关心,各走各的路,一个往自己的田里去,一个去作自己的买卖;其余的人拿住他的仆人们,凌辱他们,并把他们杀了。

§22.7

ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.

王就发怒,差遣自己的军队除灭那些凶手,烧毁了他们的城。

§22.8

τότε λέγει τοῖς δούλοις αὐτοῦ Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·

于是他对仆人们说:‘婚宴已经预备好了,只是被请的人不配。

§22.9

πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους.

所以你们要往大路的岔口去,凡遇见的,都召来赴婚宴。’

§22.10

καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ νυμφὼν ἀνακειμένων.

那些仆人就走上大路,把所遇见的无论恶人好人全都招聚了来,婚宴的大厅就坐满了客人。

§22.11

εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαί τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου·

王进来观看坐席的客人,在那里看见一个人没有穿结婚的礼服, 就对他说:

§22.12

καὶ λέγει αὐτῷ Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη.

‘朋友,你没有穿结婚的礼服,怎么进到这里来?’那人无言以对。

§22.13

τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

于是王对差役们说:‘捆起他的手脚,把他扔到外面的黑暗里去;在那里必要哀哭切齿了。’

§22.14

πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί.

因为被召的人多,选上的人少。”

§22.15

Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.

随后法利赛人去商议,怎样在话语上陷害耶稣。

§22.16

καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντας Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων·

他们就打发自己的门徒同希律党人一起到他那里,说:“夫子,我们知道你是诚实的,诚诚实实地教导神的道,什么人你都不顾忌,因为你不看人的外貌。

§22.17

εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;

所以请告诉我们,你怎么看?向凯撒纳税可以不可以?”

§22.18

γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν Τί με πειράζετε, ὑποκριταί;

耶稣看出他们的恶意,就说:“假冒为善的人哪,为什么试探我?

§22.19

ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.

拿纳税的钱给我看。”他们就拿一个银币给他。

§22.20

καὶ λέγει αὐτοῖς Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;

耶稣对他们说:“这像和这铭文是谁的?”

§22.21

λέγουσιν Καίσαρος. τότε λέγει αὐτοῖς Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.

他们说:“是凯撒的。”耶稣便对他们说:“这样,凯撒的应当归给凯撒,神的应当归给神。”

§22.22

καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.

他们听见了就希奇,离开他走了。

§22.23

Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν,3 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες Διδάσκαλε, Μωυσῆς εἶπεν "Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν" "γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ."

就在那一天,说没有复活之事的撒都该人来到耶稣跟前,问他说:“夫子,摩西说: ‘人若死了,没有孩子,他兄弟应当娶他的妻子为妻,为他的兄弟立后。’

§22.25

ἦσαν δὲ παρʼ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά· ὕστερον δὲ πάντων ἀπέθανεν ἡ γυνή.

从前在我们这里有弟兄七人,第一个娶了妻,死了,没有孩子,就把妻子留给兄弟; 第二个、第三个直到第七个也是这样。最后,那妇人也死了。

§22.28

ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.

那么在复活的时候,她是这七个人中哪一个的妻子呢?因为他们都娶过她。”

§22.29

ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ·

耶稣回答对他们说:“你们错了,因为不明白圣经,也不明白神的大能。

§22.30

ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλʼ ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ εἰσίν·

因为在复活的时候,人也不娶也不嫁,乃像天上的使者一样。

§22.31

περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος "Ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ;" οὐκ ἔστιν [ὁ] θεὸς νεκρῶν ἀλλὰ ζώντων.

论到死人复活,神对你们所说的话,你们没有读过吗?他说: ‘我是亚伯拉罕的神,以撒的神,雅各的神。’ 神不是死人的神,乃是活人的神。”

§22.33

Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

群众听见了,就对他的教训感到惊叹。

§22.34

Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό.

法利赛人听见耶稣使撒都该人哑口无言,就聚集在一起。

§22.35

καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτόν Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;

他们当中有一个律法师试探他,问他说: “夫子,律法上的诫命,哪一条是大的呢?”

§22.37

ὁ δὲ ἔφη αὐτῷ "Ἀγαπήσεις Κύριον τὸν θεόν σου ἐν ὅλῃ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· "

耶稣对他说: “‘你要尽心、尽性、尽意爱主你的神。’

§22.38

αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή.

这是最大的、也是第一条诫命。

§22.39

δευτέρα ὁμοία αὕτη "Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν."

第二条也相仿,就是: ‘要爱邻如己。’

§22.40

ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται.4

这两条诫命是全律法和先知道理的总纲。”

§22.41

Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς λέγων Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ Τοῦ Δαυείδ.

法利赛人聚集的时候,耶稣问他们说:“论到基督,你们怎么看?他是谁的子孙?”他们对他说:“是大卫的子孙。”

§22.43

λέγει αὐτοῖς Πῶς οὖν Δαυεὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον5 λέγων " Εἶπεν Κύριος τῷ κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου;"

耶稣对他们说:“这样,大卫被圣灵感动,怎么还称他为主,说: ‘主对我主说:你坐在我的右边, 等我把你的仇敌放在你的脚下’?

§22.45

εἰ οὖν Δαυεὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστίν;

大卫既然称他为主,他怎么又是大卫的子孙呢?”

§22.46

καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπʼ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

没有一个人能回答他一句话;从那一天起,也没有人敢再问他什么了。

语法注5 条
  1. 22.2Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ

    被动直说语气不定过去时 Ὡμοιώθη 在此并非描述过去单次发生的事实,而是作为格言性不定过去时(gnomic aorist)或受闪米特语影响的用法引入比喻,意为“天国好比……”或“可以比作……”。

  2. 22.5ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ

    关系代词 ὅς 与 μέν...δέ 连用,在此作指示代词并表示分配意义(“一个……另一个……”)。两个分句中均省略了谓语动词 ἀπῆλθεν,分别引出介词短语 εἰς τὸν ἴδιον ἀγρόν 与 ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ。

  3. 22.23λέγοντες μὴ εἶναι ἀνάστασιν

    间接引语中的“宾格加不定式”结构,ἀνάστασιν 为不定式逻辑上的主语,εἶναι 为谓语。否定词采用 μή 而非 οὐ,这是不定式引导主张或信条时的标准否定形式。

  4. 22.40ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται

    动词 κρέμαται 与介词短语 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς 连用,引申为“取决于……”或“悬于……之上”(总纲)。主语由单数的 ὅλος ὁ νόμος 和复数的 οἱ προφῆται 并列构成,动词在数上与最邻近的单数主语一致。

  5. 22.43Πῶς οὖν Δαυεὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον

    动词 καλεῖ 带双宾格(αὐτόν 为直接宾语,κύριον 为补足成分宾格),意为“称他为主”。介词短语 ἐν πνεύματι 作状语,表示受圣灵感动或在灵里的状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:22.1-22.46