← 新约圣经

马太福音

§23.1-23.39

谴责文士与法利赛人并为耶路撒冷哀哭

耶稣向群众和门徒严厉谴责文士和法利赛人的虚伪与傲慢,对他们宣告了七重祸哉,并为屡次抗拒先知的耶路撒冷哀哭,预言其将遭荒废。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

Τότε [ὁ] Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ λέγων Ἐπὶ τῆς Μωυσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι.

那时,耶稣对群众和他的门徒讲论说:“文士和法利赛人坐在摩西的位上。

§23.3

πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.

凡他们所吩咐你们的,你们都要遵行并谨守;但不要照他们的行为去做,因为他们说而不做。

§23.4

δεσμεύουσιν δὲ φορτία βαρέα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά.

他们把沉重的担子捆起来,搁在人的肩头上,但自己连一个指头也不肯去动它们。

§23.5

πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα, φιλοῦσι δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων Ῥαββεί.

他们做这一切的事,都是要让人看见;因为他们加宽自己的佩经匣,做大衣裳的穗子,又喜爱筵席上的首位、会堂里的高位,并喜爱人在街市上向他们问安,称呼他们为拉比。

§23.8

ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββεί, εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε·

但你们不要被称为拉比,因为你们的夫子只有一位,而你们全都是弟兄。

§23.9

καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὑμῶν ὁ πατὴρ ὁ οὐράνιος·

也不要在地上称人为父,因为只有一位是你们的天父。

§23.10

μηδὲ κληθῆτε καθηγηταί, ὅτι καθηγητὴς ὑμῶν ἐστὶν εἷς ὁ χριστός·

也不要被称为导师,因为你们的导师只有一位,就是基督。

§23.11

ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.

你们当中最大的,要作你们的仆役。

§23.12

Ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται.

凡自高的,必被降为卑;凡自卑的,必被升为高。

§23.14

Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.

文士和法利赛人,假冒为善的人哪,你们有祸了!因为你们在人面前关了天国;你们自己不进去,也不容要进去的人进去。

§23.15

Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.

文士和法利赛人,假冒为善的人哪,你们有祸了!因为你们走遍洋海陆地去使一个人入教,等他成了,却使他作地狱之子,比你们还要加倍。

§23.16

Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δʼ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει·

瞎眼的向导,你们有祸了!你们说:‘凡指着殿起誓的,这算不得什么;只是凡指着殿中的金子起誓的,他就当守誓。’

§23.17

μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάσας τὸν χρυσόν;

无知瞎眼的人哪,哪一样是大的?是金子呢,还是叫金子成圣的殿?

§23.18

καί Ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δʼ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει·

你们又说:‘凡指着祭坛起誓的,这算不得什么;只是凡指着坛上的礼物起誓的,他就当守誓。’

§23.19

τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;

瞎眼的人哪,哪一样是大的?是礼物呢,还是叫礼物成圣的坛?

§23.20

ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικοῦντι αὐτόν· καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.

所以,凡指着祭坛起誓的,就是指着坛和坛上的一切起誓;凡指着殿起誓的,就是指着殿和住在殿里的起誓;凡指着天起誓的,就是指着神的宝座和坐在其上的起誓。

§23.23

Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφεῖναι.

文士和法利赛人,假冒为善的人哪,你们有祸了!因为你们献上薄荷、茴香、孜然的十分之一,却弃绝了律法上更重要的事,就是公义、怜悯和信实;这些原是你们应当行的,那些也是不可弃绝的。

§23.24

ὁδηγοὶ τυφλοί, διυλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες.

瞎眼的向导,蠓虫你们滤出来,骆驼反倒吞下去。

§23.25

Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας.

文士和法利赛人,假冒为善的人哪,你们有祸了!因为你们洗净杯盘的外面,里面却盛满了勒索和放荡。

§23.26

Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου [καὶ τῆς παροψίδος], ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ καθαρόν.

瞎眼的法利赛人哪,先洗净杯盘的里面,好叫外面也干净了。

§23.27

Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας·

文士和法利赛人,假冒为善的人哪,你们有祸了!因为你们好像粉饰的坟墓,外面好看,里面却满了死人的骨头和一切的污秽。

§23.28

οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας.

你们也是如此,在人前外面显出公义来,里面却装满了假善和不法。

§23.29

Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, καὶ λέγετε Εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἤμεθα αὐτῶν κοινωνοὶ1 ἐν τῷ αἵματι τῶν προφητῶν·

文士和法利赛人,假冒为善的人哪,你们有祸了!因为你们建造先知的坟墓,修饰义人的纪念碑,并且说:‘若是我们在我们祖宗的时代,我们必不与他们同流先知的血。’

§23.31

ὥστε μαρτυρεῖτε ἑαυτοῖς2 ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας.

这样,你们就向自己作见证,承认自己是杀害先知之人的子孙了。

§23.32

καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.

你们去充满你们祖宗的恶贯吧!

§23.33

ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;

蛇类,毒蛇的孽种啊,你们怎能逃脱地狱的审判呢?

§23.34

διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν· ὅπως ἔλθῃ ἐφʼ ὑμᾶς πᾶν αἱμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὅν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.

为此,看哪,我差遣先知、智慧人和文士到你们这里来;有的你们要杀害,要钉十字架,有的你们要在你们的会堂里鞭打,从这城追赶到那城;叫世上所流一切义人的血都归到你们身上,从义人亚伯的血起,直到巴拉加的儿子撒迦利亚的血为止,他就是你们在殿和坛之间所杀害的。

§23.36

ἀμὴν λέγω ὑμῖν, ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.

我实在告诉你们,这一切的事都要归到这个时代了。

§23.37

Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, — ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία [αὐτῆς] ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε;

耶路撒冷啊,耶路撒冷啊,你常杀害先知,又用石头打死奉差遣到你那里去的人!我多次愿意聚集你的儿女,好像母鸡把小鸡聚集在翅膀底下,只是你们不肯!

§23.38

ἰδοὺ "ἀφίεται ὑμῖν ὁ" "οἶκος ὑμῶν".

看哪, “你们的家” “留给你们了”。

§23.39

λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπʼ ἄρτι ἕως ἂν εἴπητε3 "Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου."

因为我告诉你们,从今以后,你们决不得见我,直到你们说: ‘ 奉主名来的,是应当称颂的。 ’”

语法注3 条
  1. 23.30Εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἤμεθα αὐτῶν κοινωνοὶ

    过去与事实相反的虚拟条件句(条件从句用 εἰ 搭配未完成过去时 ἤμεθα;结果主句用 οὐκ ἄν 搭配未完成过去时 ἤμεθα)。在通用希腊语中,未完成过去时常用来表示过去未能实现的假设(“若我们处于我们先祖的时代,我们就不会成为他们的同谋”)。

  2. 23.31ὥστε μαρτυρεῖτε ἑαυτοῖς

    连词 ὥστε 后接陈述语气现在时 μαρτυρεῖτε,引导表示实际逻辑结果的从句。反身代词与格 ἑαυτοῖς 在上下文中具有不利与格(dative of disadvantage)的功能,意为“向你们自己作不利的见证”或“证明你们自己……”。

  3. 23.39οὐ μή με ἴδητε ἀπʼ ἄρτι ἕως ἂν εἴπητε

    双重否定 οὐ μή 搭配不定过去时虚拟语气 ἴδητε,表示绝对而坚决的否定(“决不得见我”)。其后跟有 ἕως ἄν + 不定过去时虚拟语气 εἴπητε 构成的未来时间从句,表示“直到你们说……”这一终点条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:23.1-23.39