- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:21.24-21.46
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣以约翰洗礼的权柄反问祭司长等人使其哑口无言,并借两个儿子和凶恶园户的比喻,宣告神的国必从他们那里夺去。
ἀποκριθεὶς [δὲ] ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
耶稣回答对他们说:“我也要问你们一句话,你们若告诉我,我也就告诉你们,我凭什么权柄做这些事。
τὸ βάπτισμα τὸ Ἰωάνου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
约翰的洗礼是从哪里来的?是从天上来的,还是从人来的?”他们便私下商议说:“如果我们说‘从天上来的’,他就会对我们说:‘那么你们为什么不信他?’
ἐὰν δὲ εἴπωμεν Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάνην·
若说‘从人来的’,我们又怕群众,因为大家都把约翰当作先知。”
καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
于是他们回答耶稣说:“我们不知道。”他也对他们说:“我也不告诉你们,我凭什么权柄做这些事。”
Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. προσελθὼν τῷ πρώτῳ εἶπεν Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι·
“然而你们怎么看?一个人有两个孩子。他走到第一个跟前说:‘孩子,你今天到葡萄园里去作工。’
ὁ δὲ ἀποκριθεὶς εἶπεν Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν.
那孩子回答说:‘我去,主啊’,却没有去。
προσελθὼν δὲ τῷ δευτέρῳ εἶπεν ὡσαύτως· ὁ δὲ ἀποκριθεὶς εἶπεν Οὐ θέλω· ὕστερον μεταμεληθεὶς ἀπῆλθεν.
他又走到第二个跟前,也是这样说。那孩子回答说:‘我不去’,后来懊悔,就去了。
τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν Ὁ ὕστερος. λέγει αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
这两个人中,哪一个遵行了父亲的意愿?”他们说:“后来的那个。”耶稣对他们说:“我实在告诉你们,税吏和娼妓要在你们以先进入神的国。
ἦλθεν γὰρ Ἰωάνης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.1
因为约翰在公义的道路上来到你们这里,你们没有信他,税吏和娼妓倒信了他;而你们看见了,后来仍没有悔改去信他。”
Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις "ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, "καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.
“你们再听一个比喻。有一个家主栽种了一个葡萄园,周围围上篱笆,里面挖了一个压酒池,盖了一座楼,租给园户,就出远门去了。
ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.
果子成熟的季节近了,他就打发仆人到园户那里去收他的果子。
καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.2
园户拿住他的仆人,打了一个,杀了一个,用石头砸了一个。
πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
他又打发别的仆人去,比先前的更多,园户对他们也是这样行。
ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων Ἐντραπήσονται τὸν υἱόν μου.
后来他打发自己的儿子到他们那里去,说:‘他们必尊敬我的儿子。’
οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ·
但园户看见儿子,就彼此说:‘这是承继产业的。来,我们杀了他,得他的产业!’
καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν.
于是拿住他,扔出葡萄园外杀了。
ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;
这样,葡萄园的主人来的时候,要怎样处置那些园户呢?”
λέγουσιν αὐτῷ Κακοὺς κακῶς ἀπολέσει αὐτούς,3 καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. λέγει αὐτοῖς ὁ Ἰησοῦς Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς "Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·4 παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;"
他们对他说:“他要残暴地除灭那些恶人,把葡萄园租给别的园户,就是那些按着时令向他交果子的人。”耶稣对他们说:“经上记着: ‘匠人所弃的石头, 已作了房角的头块石头; 这是由主成就的, 在我们眼中是奇妙的’, 这话你们难道从未读过吗?
διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφʼ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
因此我告诉你们,神的国必从你们那里夺去,赐给那结神国果子的民族。
[Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφʼ ὃν δʼ ἂν πέσῃ λικμήσει αὐτόν.]
〔那跌在这石头上的,必被摔碎;这石头掉在谁的身上,必把谁砸得稀烂。〕”
Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει·
祭司长和法利赛人听见他的比喻,就知道他是指着他们说的。
καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον.
他们想要捉拿他,却怕群众,因为群众以他为先知。
- 21.32τοῦ πιστεῦσαι αὐτῷ
带属格冠词的不定式(τοῦ + 不定式)紧接在动词 μετεμελήθητε 之后,在此表示结果或目的,即“以致去信他”或“从而信他”。
- 21.35ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν
关系代名词 ὅς 与 μέν... δέ 搭配,在此起指示代词的相关对照作用,意为“一个……,另一个……,又一个……”。
- 21.41Κακοὺς κακῶς ἀπολέσει αὐτούς
同源词修辞配合(polyptoton),将形容词宾格 κακούς 与副词 κακῶς 并置以加强语气(“恶人恶报”或“残酷地毁灭恶人”)。句中的 αὐτούς 则是对前置词 κακούς 的复指(冗余代词)。
- 21.42Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
先行词的逆吸引现象(attractio inversa):先行词本来在主句中作主语,却受关系代词 ὅν 的格影响变为宾格 Λίθον,随后在主句中由指示代词 οὗτος 作主语复指。
