← 新约圣经

马太福音

§21.1-21.23

光荣进入耶路撒冷、洁净圣殿与权柄的质问

耶稣骑驴进入耶路撒冷,受到民众欢呼,并在圣殿中驱赶做买卖者、医治病患。随后他诅咒不结果的无花果树并教导信心的力量,继而在圣殿中面临祭司长等人对其权柄的质问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

Καὶ ὅτε ἤγγισαν εἰς Ἰεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς λέγων αὐτοῖς Πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετʼ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.

当他们临近耶路撒冷,来到橄榄山的伯法其时,耶稣便打发两个门徒,对他们说:“你们往对面的村庄去,立刻就会看见一匹拴着的驴,还有一匹驴驹同它在一起;解开它们,牵到我这里来。

§21.3

καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει· εὐθὺς δὲ ἀποστελεῖ αὐτούς.

若有人对你们说什么,你们就说:‘主要用它们。’那人就会立刻把它们送来。”

§21.4

Τοῦτο δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος " Εἴπατε τῇ θυγατρὶ Σιών Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ἐπὶ πῶλον υἱὸν ὑποζυγίου."

这事发生,是为了应验那借先知所说的话,说: “告诉锡安的女子: 看哪,你的王来到你这里, 谦和地骑在驴上, 骑在驴驹上,就是负重之牲畜的崽子。”

§21.6

Πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπʼ αὐτῶν1 τὰ ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.

门徒们去了,照耶稣吩咐他们的行了,把那匹驴和驴驹牵来,把自己的衣服搭在它们上面,他就坐在上面。

§21.8

ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν2 ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.

大群的人把自己的衣服铺在路上,另有些人从树上砍下枝子铺在路上。

§21.9

οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες Ὡσαννὰ τῷ υἱῷ Δαυείδ· "Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·" Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

前行和后随的群众都喊着说: “和散那归于大卫之子! 奉主名来的是应当称颂的! 至高之处和散那!”

§21.10

καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἰεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα Τίς ἐστιν οὗτος; οἱ δὲ ὄχλοι ἔλεγον Οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.

当他进了耶路撒冷,全城都震动起来,说:“这是谁?”群众说:“这是从加利利的拿撒勒来的先知耶稣。”

§21.12

Καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, καὶ λέγει αὐτοῖς Γέγραπται "Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται," ὑμεῖς δὲ αὐτὸν ποιεῖτε "σπήλαιον λῃστῶν."

耶稣进了圣殿,赶出圣殿里一切做买卖的人,推倒兑换银钱之人的桌子和卖鸽子之人的凳子,对他们说:“经上记着:‘我的殿要被称为祷告的殿’, 你们倒使它成为 ‘贼窝’了。”

§21.14

Καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς.

在圣殿里,有瞎眼的和瘸腿的来到他跟前,他就治好了他们。

§21.15

Ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας Ὡσαννὰ τῷ υἱῷ Δαυείδ ἠγανάκτησαν καὶ εἶπαν αὐτῷ Ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς Ναί· οὐδέποτε ἀνέγνωτε ὅτι "Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;"

祭司长和文士看见他所行的奇事,又看见小孩子在圣殿里喊着说“和散那归于大卫之子”,就很恼怒,对他说:“你听见这些人说什么了吗?”耶稣对他们说:“是的。‘从婴孩和吃奶的口中,你成全了赞美’,这话你们难道从未读过吗?”

§21.17

Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.

于是撇下他们,出城到伯大尼去,在那里住宿。

§21.18

Πρωὶ δὲ ἐπαναγαγὼν εἰς τὴν πόλιν ἐπείνασεν.

早晨回城的时候,他饿了。

§21.19

καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπʼ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ Οὐ μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα·3 καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.

他看见路旁有一棵无花果树,就走到跟前,在上面除叶子以外什么也没找到,便对它说:“愿你永远不再结果子!”那无花果树立刻枯萎了。

§21.20

καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;

门徒们看见了,便惊奇地说:“这无花果树怎么立刻枯萎了呢?”

§21.21

ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε,4 ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται·

耶稣回答他们说:“我实在告诉你们,你们若有信心,不疑惑,不仅能行无花果树上所发生的事,就是对这座山说‘挪开投进海里’,也必成就。

§21.22

καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε.

你们祷告,无论求什么,只要相信,就必得着。”

§21.23

Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθαν αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;

他进了圣殿,正施教的时候,祭司长和民间的长老来到他跟前,说:“你凭什么权柄做这些事?是谁给了你这权柄?”

语法注4 条
  1. 21.7ἐπέθηκαν ἐπʼ αὐτῶν τὰ ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν

    第一个 ἐπʼ αὐτῶν 指前文的两匹牲畜(τὴν ὄνον καὶ τὸν πῶλον),而第二个 ἐπάνω αὐτῶν 在语法上既可指代衣服(τὰ ἱμάτια),也可概括性地指牲畜(复数转喻指骑在其中一匹上)。从紧邻的先行词来看,将其解释为坐在铺好的衣服(τὰ ἱμάτια)之上最为顺畅自然。

  2. 21.8ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν

    意义一致(constructio ad sensum)结构,单数集合名词主语(ὁ πλεῖστος ὄχλος)搭配复数动词(ἔστρωσαν),强调组成群众的个体分别铺展衣物的动作。

  3. 21.19Οὐ μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα

    双重否定词 οὐ μή 后接不定过去时虚拟式(γένηται),表示对将来的强烈否定或坚决断定。与否定副词 μηκέτι(不再)相结合,构成了“绝不再结果子”的严厉宣告。

  4. 21.21οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε

    中性单数定冠词 τὸ 与属格短语 τῆς συκῆς 结合的习用结构,形成名词短语,意为“在无花果树上发生的事”或“无花果树那一档事”(省略了表示作为或事件的名词)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:21.1-21.23