- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:20.1-20.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣借葡萄园工人的比喻教导在后的将在前,预告了自己的受难与复活,并劝勉门徒以服事人为大,随后在耶利哥医治了两个瞎子。
Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωὶ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ·
因为天国好比一家之主,清早出去雇工人进他的葡萄园。
συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν1 ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
他和工人讲定一天一个第纳尔,就打发他们进葡萄园去。
καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· καὶ ἐκείνοις εἶπεν Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν·
约在巳时出去,看见市面上还有闲站的人,就对他们说:‘你们也进葡萄园去,所当给的,我必给你们。’
οἱ δὲ ἀπῆλθον. πάλιν [δὲ] ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως.
他们也去了。约在午时和申时又出去,也是这样行。
περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
约在酉时出去,看见还有人站着,就对他们说:‘你们为什么整天在这里闲站呢?’
λέγουσιν αὐτῷ Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο· λέγει αὐτοῖς Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα.
他们说:‘因为没有人雇我们。’他对他们说:‘你们也进葡萄园去。’
ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.
到了晚上,园主对管事的说:‘叫工人都来,给他们工钱,从后来的起,到先来的为止。’
ἐλθόντες δὲ οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.
约在酉时雇的人来了,各人领了一个第纳尔。
καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται· καὶ ἔλαβον [τὸ] ἀνὰ δηνάριον καὶ αὐτοί.
及至先雇的来了,他们以为必要多得,谁知各人也只领了一个第纳尔。
λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου λέγοντες Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν,2 καὶ ἴσους αὐτοὺς ἡμῖν ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.
他们领了,就向家主发怨言说:‘这后来的只做了一小时,你竟叫他们和我们整天受劳苦受日晒的同等吗?’
ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι;
家主回答他们中的一人说:‘朋友,我不亏负你,你与我讲定的不是一个第纳尔吗?
ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί·
拿你的走吧!我愿给这后来的正如给你一样。
οὐκ ἔξεστίν μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;
在我的东西上,难道不可随我的意思行吗?还是因为我作好人,你就眼红呢?’
Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι.
这样,那在后的将要在前,在前的将要在后了。
Μέλλων δὲ ἀναβαίνειν Ἰησοῦς εἰς Ἰεροσόλυμα παρέλαβεν τοὺς δώδεκα [μαθητὰς] κατʼ ἰδίαν, καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν [θανάτῳ], καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.
耶稣将要上耶路撒冷去的时候,在路上把十二个门徒私下带到一边,对他们说: “看哪,我们上耶路撒冷去,人子要被交给祭司长和文士,他们要定他死罪,又交给外邦人戏弄、鞭打、钉十字架;第三日他要复活。”
Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ἀπʼ αὐτοῦ.
那时,西庇太儿子的母亲同她两个儿子上前来拜耶稣,求他一件事。
ὁ δὲ εἶπεν αὐτῇ Τί θέλεις; λέγει αὐτῷ Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
耶稣对她说:“你要什么呢?”她说:“请吩咐叫我这两个儿子在你国里,一个坐在你右边,一个坐在你左边。”
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν; λέγουσιν αὐτῷ Δυνάμεθα.
耶稣回答说:“你们不知道所求的是什么。我将要喝的杯,你们能喝吗?”他们说:“我们能。”
λέγει αὐτοῖς Τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται3 ὑπὸ τοῦ πατρός μου.
耶稣对他们说:“我的杯你们固然要喝,只是坐在我的左右,不是我可以赐的,乃是我父为谁预备的,就赐给谁。”
καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.
那十个门徒听见,就向他们弟兄二人发怒。
ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
耶稣叫了他们来,说:“你们知道外邦人有君王为主治理他们,有大臣操权管辖他们。
οὐχ οὕτως ἐστὶν ἐν ὑμῖν· ἀλλʼ ὃς ἂν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος, καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῶν δοῦλος·
只是在你们中间不可这样。你们中间谁愿为大,就必作你们的用人;谁愿为首,就必作你们的仆人。
ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
正如人子来,不是要受人的服事,乃是要服事人,并且要舍命,作多人的赎价。”
Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰερειχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
他们出耶利哥的时候,有极多的人跟随他。
καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες Κύριε, ἐλέησον ἡμᾶς, υἱὸς Δαυείδ.
看哪,有两个瞎子坐在路旁,听说是耶稣经过,就喊着说:“主啊,大卫的子孙,可怜我们吧!”
ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες Κύριε, ἐλέησον ἡμᾶς, υἱὸς Δαυείδ·
众人责备他们,叫他们不要作声;他们却越发喊着说:“主啊,大卫的子孙,可怜我们吧!”
καὶ στὰς [ὁ] Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν Τί θέλετε ποιήσω ὑμῖν;4
耶稣就站住,叫他们来,说:“要我为你们做什么?”
λέγουσιν αὐτῷ Κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν.
他们说:“主啊,要我们的眼睛能看见。”
σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.
耶稣就动了慈心,摸他们的眼睛,他们立刻看见,就跟从了耶稣。
- 20.2ἐκ δηναρίου τὴν ἡμέραν
介词 ἐκ 后接属格(δηναρίου)表示价格或报酬的标准,与表示时间范围的宾格 τὴν ἡμέραν(每天)连用,表示“按一天一个第纳尔的比率”。
- 20.12μίαν ὥραν ἐποίησαν
动词 ποιέω 带时间宾格(μίαν ὥραν)作宾语时,具有“度过(时间)、工作了(时间)”的惯用含义,意为“只做了一小时”。
- 20.23οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται
物主形容词 ἐμόν 用作表语,表示权限(“不是我可以赐的”);而在 ἀλλʼ 之后省略了先行词 τούτοις(或类似 τούτοις δοθήσεται 的主句成分),直接承接与格关系分句 οἷς ἡτοίμασται(“乃是[为那些人],我父为谁预备的”)。
- 20.32Τί θέλετε ποιήσω ὑμῖν;
不定过去时虚拟式 ποιήσω 没有接续词 ἵνα 而直接依附于动词 θέλετε,构成从属虚拟式(“你们要我为你们做什么?”)。
