- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:19.1-19.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣前往犹太境内,教导休妻的禁令与独身之事,并为小孩子祝福;随后指示富足的青年如何追求完全,阐述财主进天国的艰难,并应许舍弃一切跟从他的人将得终末的赏赐。
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.
耶稣说完了这些话,就离开加利利,来到约旦河外的犹太境内。
καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
有许多群众跟着他,他就在那里治好了他们。
Καὶ προσῆλθαν αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες Εἰ ἔξεστιν1 ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;
有法利赛人来试探耶稣,说:“人无论因什么缘故休妻,可以吗?”
ὁ δὲ ἀποκριθεὶς εἶπεν Οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπʼ ἀρχῆς "ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς" καὶ εἶπεν "Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν;2 "
耶稣回答说:“那起初造人的,岂不是造男造女,并且说:‘因此,人要离开父母,与妻子连合,二人成为一体’吗?这经你们没有念过吗?
ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία· ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.
既然如此,夫妻不再是两个人,乃是一体的了。所以,神配合的,人不可分开。”
λέγουσιν αὐτῷ Τί οὖν Μωυσῆς ἐνετείλατο "δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι";
法利赛人说:“这样,摩西为什么吩咐‘给休书,把她休了’呢?”
λέγει αὐτοῖς ὅτι Μωυσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπʼ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.
耶稣说:“摩西因为你们的心硬,才准许你们休妻,但起初并不是这样。
λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται.
我告诉你们,凡休妻另娶的,若不是因为淫乱的缘故,就是犯奸淫了。”
λέγουσιν αὐτῷ οἱ μαθηταί Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.
门徒对耶稣说:“人和妻子的关系若是这样,倒不如不娶。”
ὁ δὲ εἶπεν αὐτοῖς Οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλʼ οἷς δέδοται.
耶稣对他们说:“这话不是人人都能领受的,唯独赐给谁,谁才能领受。
εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.
因为有生来是阉人的,也有被人阉的,并有为天国的缘故自己阉的。谁能领受,就领受吧。”
Τότε προσηνέχθησαν αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
那时,有人带着小孩子来见耶稣,要他按手在他们身上为他们祈祷,门徒却责备那些人。
ὁ δὲ Ἰησοῦς εἶπεν Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.
耶稣说:“让小孩子到我这里来,不要阻止他们,因为天国正是属于这样的人的。”
καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.
耶稣给他们按手,就从那里走了。
Καὶ ἰδοὺ εἷς προσελθὼν αὐτῷ εἶπεν Διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον;
看哪,有一个人来见耶稣,说:“夫子,我该做什么善事才能得永生?”
ὁ δὲ εἶπεν αὐτῷ Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστὶν ὁ ἀγαθός· εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρει τὰς ἐντολάς.
耶稣对他说:“你为什么以善事问我呢?只有一位是善的。你若要进入生命,就当遵守诫命。”
λέγει αὐτῷ Ποίας; ὁ δὲ Ἰησοῦς ἔφη Τό "Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις, " "Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, "καί "Ἀγαπήσεις τὸν" "πλησίον σου ὡς σεαυτόν."
他说:“什么诫命?”耶稣说:“就是‘不可杀人,不可奸淫,不可偷盗,不可作假见证; 当孝敬父母’,又‘当爱人如己’。”
λέγει αὐτῷ ὁ νεανίσκος Ταῦτα πάντα ἐφύλαξα· τί ἔτι ὑστερῶ;
那青年说:“这一切我都遵守了,我还缺少什么呢?”
ἔφη αὐτῷ ὁ Ἰησοῦς Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς [τοῖς] πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.
耶稣对他说:“你若愿意作完全人,可去变卖你所有的,分给穷人,就必有财宝在天上;你还要来跟从我。”
ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον [τοῦτον] ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
那青年听见这话,就忧忧愁愁地走了,因为他的产业很多。
Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ Ἀμὴν λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·
耶稣对门徒说:“我实在告诉你们,财主进天国是难的。
πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρήματος ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
我又告诉你们,骆驼穿过针的眼,比财主进神的国还容易呢!”
ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες Τίς ἄρα δύναται σωθῆναι;
门徒听见这话,就非常惊奇,说:“这样谁能得救呢?”
ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, "παρὰ δὲ θεῷ πάντα δυνατά."
耶稣看着他们,说:“在人这是不能的,在神凡事都能。”
Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;
彼得就回答他说:“看哪,我们已经撇下所有的跟从你,我们将来要得什么呢?”
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλινγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς3 ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
耶稣对他们说:“我实在告诉你们,在复兴的时候,人子坐在他荣耀的宝座上,你们这些跟从我的人,也要坐在十二个宝座上,审判以色列十二个支派。
καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος, πολλαπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.
凡为我的名撇下房屋,或是弟兄、姐妹、父亲、母亲、儿女、田地的,必要得着许多倍,并且承受永生。
Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
然而,有许多在前的,将要在后;在后的,将要在前。”
- 19.3Εἰ ἔξεστιν
通常引导间接疑问句的连词 εἰ 在此处用作直接疑问句的引导词,这是希腊化时期通俗希腊语(Koine)的常见用法。虽然在语法上也可以视为省略了主句结果的条件句(“如果……是否许可”),但在此直接起到疑问小品词的作用。
- 19.5ἔσονται οἱ δύο εἰς σάρκα μίαν
系动词 εἰμί 后接介词 εἰς 加宾格,用于表示表语或结果状态(“成为一体”)。古典希腊语通常要求使用表语主格,此处则是通过七十士译本(LXX)直接模仿希伯来语介词 לְ- 的闪米特语结构。
- 19.28ἐν τῇ παλινγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς
关于介词短语 ἐν τῇ παλινγενεσίᾳ(在复兴/再生之时)的修饰对象:虽然在语法上可依附于前面的分词 οἱ ἀκολουθήσαντές μοι(“在复兴中跟从我的人”),但更自然且符合逻辑的解法是将其与紧随的时间从句 ὅταν… 并列,作副词修饰主句谓语动词 καθήσεσθε(“你们也要坐”),限定终末就座的时刻。
