← 新约圣经

马太福音

§1.1-1.25

耶稣基督的家谱与降生

记述了从亚伯拉罕到耶稣基督分为三阶段、每阶段十四代的家谱,随后记述了因圣灵感孕以及主的使者向约瑟指示其降生的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

ΒΙΒΛΟΣ γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυεὶδ υἱοῦ Ἀβρααμ.

亚伯拉罕的后裔、大卫的子孙、耶稣基督的家谱之书。

§1.2

Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ, Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὲς ἐκ τῆς Ῥαχάβ, Βοὲς δὲ ἐγέννησεν τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ, Ἰωβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυεὶδ τὸν βασιλέα. Δαυεὶδ δὲ ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου,1 Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ, Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσάφ, Ἀσὰφ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζείαν, Ὀζείας δὲ ἐγέννησεν τὸν Ἰωαθάμ, Ἰωαθὰμ δὲ ἐγέννησεν τὸν Ἄχας, Ἄχας δὲ ἐγέννησεν τὸν Ἑζεκίαν, Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμώς, Ἀμὼς δὲ ἐγέννησεν τὸν Ἰωσείαν, Ἰωσείας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.2

亚伯拉罕生以撒,以撒生雅各,雅各生犹大和他的弟兄们,犹大从他玛氏生法勒斯和谢拉,法勒斯生希斯仑,希斯仑生亚兰,亚兰生亚米拿达,亚米拿达生拿顺,拿顺生撒门,撒门从喇合氏生波阿斯,波阿斯从路得氏生俄备得,俄备得生耶西,耶西生大卫王。大卫从乌利亚的妻子生所罗门,所罗门生罗波安,罗波安生亚比雅,亚比雅生亚萨,亚萨生约沙法,约沙法生约兰,约兰生乌西雅,乌西雅生约坦,约坦生亚哈斯,亚哈斯生希西家,希西家生玛拿西,玛拿西生亚摩斯,亚摩斯生约西亚,在迁至巴比伦的时候,约西亚生耶哥尼雅和他的弟兄们。

§1.12

Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ, Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ, Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Μαθθάν, Μαθθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς3 ὁ λεγόμενος Χριστός.

迁至巴比伦之后,耶哥尼雅生撒拉铁,撒拉铁生所罗巴伯,所罗巴伯生阿比玉,阿比玉生以利亚敬,以利亚敬生亚所,亚所生撒督,撒督生亚金,亚金生以律,以律生以利亚撒,以利亚撒生马旦,马旦生雅各,雅各生约瑟,就是马利亚的丈夫;那称为基督的耶稣是从马利亚生的。

§1.17

Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυεὶδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυεὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ χριστοῦ γενεαὶ δεκατέσσαρες.

这样,从亚伯拉罕到大卫共有十四代,从大卫到迁至巴比伦共有十四代,从迁至巴比伦到基督又有十四代。

§1.18

ΤΟΥ ΔΕ [ΙΗΣΟΥ] ΧΡΙΣΤΟΥ ἡ γένεσις οὕτως ἦν. Μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.

耶稣基督降生的事记在下面:他的母亲马利亚已经许配给约瑟,还没有同房之前,她被发现从圣灵怀了孕。

§1.19

Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.

她的丈夫约瑟是个义人,不愿意明明地羞辱她,想要暗暗地把她休了。

§1.20

Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατʼ ὄναρ ἐφάνη αὐτῷ λέγων Ἰωσὴφ υἱὸς Δαυείδ, μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου·

正思念这些事的时候,看哪,主的使者在梦中向他显现,说:“大卫的子孙约瑟,不要怕把你的妻子马利亚娶过来,因为在她里面怀的孕是从圣灵来的。

§1.21

τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.

她将要生一个儿子,你要给他起名叫耶稣,因为他要将自己的百姓从他们的罪恶里救出来。”

§1.22

Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου λέγοντος " Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·" ὅ ἐστιν μεθερμηνευόμενον "Μεθʼ ἡμῶν ὁ θεός."

这一切事的成就,是要应验主借先知所说的话,说: “看哪,必有童贞女怀孕生子, 人要称他的名为以马内利” ——翻译出来就是“神与我们同在”。

§1.24

Ἐγερθεὶς δὲ [ὁ] Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ· καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως [οὗ] ἔτεκεν υἱόν·4 καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

约瑟醒来,就遵照主使者的吩咐去做,把他的妻子娶过来,只是在她生儿子之前没有与她同房;并且给他起名叫耶稣。

语法注4 条
  1. 1.6ἐκ τῆς τοῦ Οὐρίου

    省略了阴性冠词 τῆς 所修饰的名词(即 γυναικός,“妻子”)的固定表达;字面意思是“从乌利亚的那位[妻子]”,即“从乌利亚的妻子”。此句式有别于前文中直接出现母名的形式(如 ἐκ τῆς Θάμαρ)。

  2. 1.11ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος

    介词 ἐπί 接属格表示时间,意为“在……的时候/时期”。名词 Βαβυλῶνος 作 μετοικεσία(迁徙/流放)的宾格性属格,意为“迁至巴比伦”。

  3. 1.16ἐξ ἧς ἐγεννήθη Ἰησοῦς

    整个家谱中持续重复的主动语态句式(A ἐγέννησεν τὸν B,“A生B”)在此处转变为被动语态(ἐγεννήθη,“被生出”),并以单数阴性关系代词 ἧς 指代先行词马利亚(Μαρίας)。这种句法上的转换明确表明耶稣是由马利亚所生,而非约瑟肉身所生。

  4. 1.25ἕως [οὗ] ἔτεκεν υἱόν

    连词 ἕως (οὗ) 后接不定过去式直陈语气(ἔτεκεν),表示时间终点(“直到她生了儿子”)。与主句中的否定词(οὐκ)连用,在句法上表明某种行为在此特定时间点之前未曾发生。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:1.1-1.25