← 新约圣经

马太福音

§18.1-18.35

天国里谁为大、迷羊的比喻与饶恕的教导

耶稣藉着小孩子教导谦卑与避免绊倒人,讲述了迷羊的比喻和在教会内劝诫过犯的原则,随后藉着不饶恕人的仆人的比喻回答彼得关于饶恕的问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν;

当时,门徒进前来,问耶稣说:“天国里谁是最大的?”

§18.2

καὶ προσκαλεσάμενος παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

耶稣便叫一个小孩子来,使他站在他们当中,说:“我实在告诉你们,你们若不回转,变成像小孩子一样,断不得进天国。

§18.4

ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·

所以,凡自己谦逊像这小孩子的,他在天国里就是最大的。

§18.5

καὶ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται·

凡为我的名接待一个像这样的小孩子的,就是接待我。

§18.6

ὃς δʼ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ1 μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.

凡使这信我的一个小子跌倒的,倒不如把大磨石拴在这人的颈项上,沉在深海里,于他更有益。

§18.7

Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ διʼ οὗ τὸ σκάνδαλον ἔρχεται.

这世界有祸了,因为有绊倒人的事;绊倒人的事是免不了的,但那绊倒人的有祸了!

§18.8

Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν κυλλὸν ἢ χωλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον.2

倘若你一只手或一只脚叫你跌倒,就砍下来丢掉。你断肢或瘸腿进入生命,强如有两手或两脚被扔在永火里。

§18.9

καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.

倘若你一只眼叫你跌倒,就挖出来丢掉。你只有一只眼进入生命,强如两只眼被扔在火热的地狱里。

§18.10

Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.

你们要小心,不可轻看这小子里的一个;我告诉你们,他们的使者在天上,常见我天父的面。

§18.12

τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφήσει τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον;

一个人若有一百只羊,一只走迷了路,你们的意思如何?他岂不撇下这九十九只在山上,去找那只迷路的羊吗?

§18.13

καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπʼ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις.

若是找着了,我实在告诉你们,他为这一只羊欢喜,比为那没有迷路的九十九只欢喜还大呢!

§18.14

οὕτως οὐκ ἔστιν θέλημα ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται3 ἓν τῶν μικρῶν τούτων.

我在天上的父也是这样,是不愿意这小子失丧一个的。

§18.15

Ἐὰν δὲ ἁμαρτήσῃ ὁ ἀδελφός σου, ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα "ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα·"

倘若你的弟兄犯了罪,你就去,趁着只有他和你在一起的时候,指出他的过错来。他若听你,你便得了你的弟兄;他若不听,你就另外带一两个人同去,要凭‘两三个人的口作见证,句句都可定准。’

§18.17

ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὸν τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.

若是不听他们,就告诉教会;若是不听教会,就看他像外邦人和税吏一样。

§18.18

Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα4 ἐν οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ἐν οὐρανῷ.

我实在告诉你们,凡你们在地上所捆绑的,在天上也要捆绑;凡你们在地上所释放的,在天上也要释放。

§18.19

Πάλιν [ἀμὴν] λέγω ὑμῖν ὅτι ἐὰν δύο συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται,5 γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.

我又[实在]告诉你们,若是你们中间有两个人在地上同心合意地求什么事,我在天上的父必为他们成全。

§18.20

οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν.

因为无论在哪里,有两三个人奉我的名聚会,那里就有我在他们中间。”

§18.21

Τότε προσελθὼν ὁ Πέτρος εἶπεν [αὐτῷ] Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;

那时,彼得进前来,对耶稣说:“主啊,我弟兄得罪我,我当饶恕他几次呢?到七次可以吗?”

§18.22

λέγει αὐτῷ ὁ Ἰησοῦς Οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά.

耶稣说:“我对你说,不是到七次,乃是到七十个七次。

§18.23

Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ· ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσήχθη εἷς αὐτῷ ὀφειλέτης μυρίων ταλάντων.

因此,天国好比一个王要和他仆人算账; 才算的时候,有人带了一个欠一万他连得的来。

§18.25

μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος πραθῆναι καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα ἔχει καὶ ἀποδοθῆναι.

因为他没有什么偿还之物,主人吩咐把他和他妻子儿女,并一切所有的都卖了偿还。

§18.26

πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων Μακροθύμησον ἐπʼ ἐμοί, καὶ πάντα ἀποδώσω σοι.

那仆人就俯伏拜他,说:‘宽容我,我都要还清。’

§18.27

σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου [ἐκείνου] ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνιον ἀφῆκεν αὐτῷ.

那仆人的主人就动了慈心,把他释放了,并且免了他的债。

§18.28

ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων Ἀπόδος εἴ τι ὀφείλεις.

那仆人出来,遇见他的一个同伴,欠他一百个银币,便揪着他,掐住他的喉咙,说:‘你把所欠的还我!’

§18.29

πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ παρεκάλει αὐτὸν λέγων Μακροθύμησον ἐπʼ ἐμοί, καὶ ἀποδώσω σοι.

他的同伴就俯伏央求他,说:‘宽容我吧,我必还清。’

§18.30

ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως ἀποδῷ τὸ ὀφειλόμενον.

他却不肯,竟去把他下在监里,等他还了所欠的债。

§18.31

ἰδόντες οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα.

同伴们看见他所做的事就甚忧愁,去把这事都告诉了主人。

§18.32

τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με·

于是主人叫了他来,对他说:‘你这恶奴才!

§18.33

οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα;

你央求我,我就把你所欠的都免了, 你不应当怜恤你的同伴,像我怜恤你吗?’

§18.34

καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως [οὗ] ἀποδῷ πᾶν τὸ ὀφειλόμενον.

主人就大怒,把他交给掌刑的,等他还清了所欠的债。

§18.35

Οὕτως καὶ ὁ πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν.

你们各人若不从心里饶恕你的弟兄,我天父也要这样待你们了。”

语法注5 条
  1. 18.6συμφέρει αὐτῷ ἵνα κρεμασθῇ

    虚拟语气从句 ἵνα κρεμασθῇ 在此用作无人称动词 συμφέρει 的主语从句。在古典希腊语中通常使用不定式结构(συμφέρει αὐτῷ κρεμασθῆναι),而在通用希腊语中,ἵνα 从句常替代主语或宾语不定式。

  2. 18.8καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν κυλλὸν ἢ χωλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον

    句式 καλόν ἐστιν ... ἢ ... 具有比较级含义(“……好过……”)。虽然前面出现了与格代词 σοί,但修饰不定式 εἰσελθεῖν 之逻辑主语的形容词(κυλλὸν ἢ χωλόν)以及修饰 βληθῆναι 之主语的分词(ἔχοντα)均采用了宾格,这是受不定式通常带宾格主语这一语法规则的吸引。

  3. 18.14οὐκ ἔστιν θέλημα ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται

    介词短语 ἔμπροσθεν τοῦ πατρός μου(“在我父面前”)体现了闪米特语思维表达,意指“蒙天父悦纳/合天父的心意”。此外,连接词 ἵνα 接虚拟语气(ἀπόληται)引导一个同位解释性从句,界定 θέλημα(“旨意”)的具体内容。

  4. 18.18ἔσται δεδεμένα

    由将来时动词 ἔσται 和完成时被动分词 δεδεμένα 构成的迂回将来完成时结构。它不仅指未来的简单动作,更强调在天上已经确立并持续的状态(“将已被捆绑”)。

  5. 18.19οὗ ἐὰν αἰτήσωνται

    关系代词 οὗ 在语法上作为动词 αἰτήσωνται 的直接宾语本应为宾格 ὅ,但受先行词 παντὸς πράγματος(属格)的影响而被吸引为属格(关系代词的格吸引)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:18.1-18.35