← 新约圣经

马太福音

§17.1-17.27

耶稣登山显荣与医治癫痫孩子及缴纳圣殿税

耶稣在高山上改变容貌并同摩西与以利亚谈话。随后他医治了害癫痫的孩子并教导信心的力量,再次预告受难,并吩咐彼得用鱼口中的银币缴纳税银。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

Καὶ μεθʼ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάνην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν.

过了六天,耶稣带着彼得、雅各和雅各的兄弟约翰,悄悄地上了高山。

§17.2

καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.

并且在他们面前变了形像,他的脸面发光如日头,衣服洁白如光。

§17.3

καὶ ἰδοὺ ὤφθη αὐτοῖς Μωυσῆς καὶ Ἠλείας συνλαλοῦντες1 μετʼ αὐτοῦ.

忽然,有摩西和以利亚向他们显现,同耶稣谈话。

§17.4

ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωυσεῖ μίαν καὶ Ἠλείᾳ μίαν.

彼得回答对耶稣说:“主啊,我们在这里真好!你若愿意,我就在这里搭三座棚,一座为你,一座为摩西,一座为以利亚。”

§17.5

ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· ἀκούετε αὐτοῦ.

说话之间,忽然有一朵光明的云彩遮盖他们,且有声音从云彩里出来,说:“这是我的爱子,我所喜悦的,你们要听他!”

§17.6

καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα.

门徒听见,就俯伏在地,极其害怕。

§17.7

καὶ προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν Ἐγέρθητε καὶ μὴ φοβεῖσθε.

耶稣进前来,摸他们,说:“起来,不要害怕。”

§17.8

ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ αὐτὸν Ἰησοῦν μόνον.

他们举目不见一人,只见耶稣独自一人。

§17.9

Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἐγερθῇ.

下山的时候,耶稣吩咐他们说:“人子还没有从死里复活,你们不要将所看见的告诉人。”

§17.10

Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ λέγοντες Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι2 Ἠλείαν δεῖ ἐλθεῖν πρῶτον;

门徒问他说:“文士为什么说以利亚必须先来?”

§17.11

ὁ δὲ ἀποκριθεὶς εἶπεν "Ἠλείας" μὲν ἔρχεται καὶ "ἀποκαταστήσει" πάντα·

耶稣回答说: “‘以利亚’ 固然要来,并且 ‘要复兴’

§17.12

λέγω δὲ ὑμῖν ὅτι Ἠλείας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπʼ αὐτῶν.

万事; 只是我告诉你们,以利亚已经来了,人却不认识他,反倒任意待他。人子也将要这样受他们的害。”

§17.13

τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάνου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.

门徒这才明白耶稣是对他们说到施洗的约翰。

§17.14

Καὶ ἐλθόντων πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς ἔχει, πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ·

耶稣和门徒到了众人那里,有一个人来见耶稣,跪下,说: “主啊,怜悯我的儿子!他害癫痫的病甚苦,屡次跌在火里,屡次跌在水里。

§17.16

καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.

我带他到你门徒那里,他们却不能医治他。”

§17.17

ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε μεθʼ ὑμῶν ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε.

耶稣说:“哎!这又不信又悖谬的世代啊,我在你们这里要到几时呢?我忍耐你们要到几时呢?把他带到我这里来吧。”

§17.18

καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπʼ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.

耶稣斥责那鬼,鬼就出来;从此孩子就痊愈了。

§17.19

Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατʼ ἰδίαν εἶπαν Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;

门徒暗暗地到耶稣跟前,说:“我们为什么不能赶出那鬼呢?”

§17.20

ὁ δὲ λέγει αὐτοῖς Διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ Μετάβα ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.

耶稣说:“是因你们的信心小。我实在告诉你们,你们若有信心像一粒芥菜种,就是对这座山说:‘你从这边挪到那边’,它也必挪去;并且你们没有一件不能做的事了。”

§17.22

Συστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.

他们在加利利聚集的时候,耶稣对门徒说:“人子将要被交在人手里,他们要杀害他,第三日他要复活。”门徒就大大地忧愁。

§17.24

Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;

到了迦百农,收丁税的人来见彼得,说:“你们的先生不纳丁税吗?”

§17.25

λέγει Ναί. καὶ ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν3 ὁ Ἰησοῦς λέγων Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;

彼得说:“纳。”他进了屋子,耶稣先向他说:“西门,你的意见如何?世上的君王向谁征收关税或丁税?是向自己的儿子呢,还是向外人呢?”

§17.26

εἰπόντος δέ Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς Ἄραγε ἐλεύθεροί εἰσιν οἱ υἱοί·

彼得说:“是向外人。”耶稣说:“既然如此,儿子就可以免了。

§17.27

ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.

但恐怕触犯他们,你且往海里去钓鱼,把先钓上来的鱼拿起来,开了它的口,必得一块钱,可以拿去给他们,作你我的税银。”

语法注3 条
  1. 17.3συνλαλοῦντες

    主节被动动词 ὤφθη 为单数形式,但主语由并列的两人(Μωυσῆς καὶ Ἠλείας)构成,因此分词 συνλαλοῦντες 采用阳性复数主格,依意义与两者保持一致(按义一致,constructio ad sensum)。

  2. 17.10Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι

    疑问代词 Τί 在此作副词性用法,相当于 διὰ τί(“为何/为什么”),修饰动词 λέγουσιν;文士所说具体内容的宾语则由紧随其后的 ὅτι 从句充当,而非由 Τί 作直接宾语(“说什么”)。

  3. 17.25καὶ ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν

    阳性宾格单数分词 ἐλθόντα 修饰主谓动词 προέφθασεν(“先开口说/抢先”)的直接宾语 αὐτόν(指彼得)。分词短语倒置于主语和动词之前,起到了前置时间分句的作用(“当他进屋时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:17.1-17.27