← 新约圣经

马太福音

§16.1-16.28

彼得认耶稣为基督与首次预言受难

耶稣拒绝法利赛人等求神迹的要求,警示门徒防备其教训,彼得认耶稣为基督,随后耶稣首次预言受难并宣告跟从者的舍己之道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

Καὶ προσελθόντες [οἱ] Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς.

法利赛人和撒都该人进前来,想要试探耶稣,求他显个从天上来的神迹给他们看。

§16.2

ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ⟦Ὀψίας γενομένης λέγετε Εὐδία, πυρράζει γὰρ ὁ οὐρανός· καὶ πρωί Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε.1⟧ Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν.

耶稣回答他们说:“到了晚上,你们说‘天必要晴,因为天发红’;早晨又说‘今天必有风雨,因为天发红发暗’。你们知道分辨天色,倒不能分辨时代的迹象吗?一个邪恶淫乱的世代寻求神迹,除了约拿的神迹以外,再没有神迹给它了。”耶稣就离开他们去了。

§16.5

Καὶ ἐλθόντες οἱ μαθηταὶ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν.

门徒渡到对岸,忘了带饼。

§16.6

ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.

耶稣对他们说:“你们要留意,防备法利赛人和撒都该人的酵。”

§16.7

οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν.2

门徒彼此议论说:“我们没有带饼。”

§16.8

γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἔχετε;

耶稣看出来了,就说:“你们这小信的人,为什么因为没有饼就彼此议论呢?

§16.9

οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε;

你们还不明白吗?也不记得那分给五千人的五个饼,你们拾纳了多少筐子吗?

§16.10

οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σφυρίδας ἐλάβετε;

也不记得那分给四千人的七个饼,你们拾纳了多少大筐吗?

§16.11

πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν; προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων.

你们怎么不明白,我对你们说的并不是指着饼呢?你们要防备法利赛人和撒都该人的酵。”

§16.12

τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης [τῶν ἄρτων] ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.

门徒这才明白他所说的不是要他们防备饼的酵,而是要防备法利赛人和撒都该人的教训。

§16.13

Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρίας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;

耶稣到了凯撒利亚·腓立比的境内,就问门徒说:“人们说人子是谁?”

§16.14

οἱ δὲ εἶπαν Οἱ μὲν Ἰωάνην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλείαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν.

他们说:“有人说是施洗的约翰,有人说是以利亚,又有人说是耶利米或是先知里的一位。”

§16.15

λέγει αὐτοῖς Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;

耶稣对他们说:“你们说我是谁?”

§16.16

ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.

西门·彼得回答说:“你是基督,是永生神的儿子。”

§16.17

ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλʼ ὁ πατήρ μου ὁ ἐν [τοῖς] οὐρανοῖς·

耶稣回答他说:“西门·巴约拿,你是有福的!因为这不是血肉之躯启示你的,而是我在天上的父启示的。

§16.18

κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾄδου οὐ κατισχύσουσιν αὐτῆς·

我还告诉你,你是彼得,我要在这磐石上建造我的教会,阴间的门不能胜过它。

§16.19

δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον3 ἐν τοῖς οὐρανοῖς.

我要把天国的钥匙给你,凡你在地上捆绑的,在天上必已经捆绑了;凡你在地上释放的,在天上必已经释放了。”

§16.20

Τότε ἐπετίμησεν τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ χριστός.

当时,耶稣嘱咐门徒,不可对任何人说他就是基督。

§16.21

ΑΠΟ ΤΟΤΕ ἤρξατο Ἰησοῦς Χριστὸς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἰεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.

从那时起,耶稣基督才向门徒指明,他必须上耶路撒冷去,受长老、祭司长和文士许多的苦,并且被杀,第三天复活。

§16.22

καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾷν αὐτῷ λέγων Ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο.4

彼得就拉着他,开始劝阻他说:“主啊,千万不可!这事绝不可临到你身上。”

§16.23

ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλον εἶ ἐμοῦ,5 ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.

耶稣却转过来,对彼得说:“撒旦,退到我后边去!你是我的绊脚石,因为你体贴的不是神的事,而是人的事。”

§16.24

Τότε [ὁ] Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.

于是耶稣对门徒说:“若有人要跟从我,就当舍己,背起他的十字架来跟从我。

§16.25

ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.

因为凡要救自己生命的,必丧掉生命;凡为我丧掉生命的,必得着生命。

§16.26

τί γὰρ ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;

人若赚得全世界,却赔上自己的生命,有什么益处呢?人还能拿什么换生命呢?

§16.27

μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε "ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ."

因为人子要在他父的荣耀里,同着他的众使者降临;那时候,‘他要照各人的行为报应各人’。

§16.28

ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστώτων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.

我实在告诉你们,站在这里的,有人在没尝死味以前,必看见人子在他的国度里降临。”

语法注5 条
  1. 16.3τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε.

    后半句 οὐ δύνασθε 之后承前省略了不定词 διακρίνειν。在句法上既可作陈述句(“不能分辨”),亦可读作修辞反问句(“倒不能分辨吗?”),以 μὲν...δέ 与前半句形成对比。

  2. 16.7λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν.

    这里的 ὅτι 是引导直接引语的 ὅτι recitativum(“说:‘我们没有带饼。’”),而非表示原因的从属连词(“因为”)。

  3. 16.19ἔσται δεδεμένον ... ἔσται λελυμένον

    由将来时 ἔσται 与完成时被动分词(δεδεμένον / λελυμένον)构成的迂说法将来完成时(periphrastic future perfect),表示在天上已被捆绑或已被释放的确立状态。

  4. 16.22Ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο.

    Ἵλεώς σοι 是省略了愿望语气的惯用祈愿语(原意为“愿神怜悯你!”),意即“万不可如此”或“绝不可能”。随后的 οὐ μὴ ἔσται 采用双重否定 οὐ μή 搭配将来直陈语气,表示极为强烈的断然否定(“这事绝不可临到你”)。

  5. 16.23σκάνδαλον εἶ ἐμοῦ

    属格代词 ἐμοῦ 与名词 σκάνδαλον(绊脚石)连用,作关涉属格或宾格性属格,意为“对我而言的绊脚石”(功能相当于与格 μοι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:16.1-16.28