← 新约圣经

马太福音

§15.1-15.39

辩驳古人传统与医治迦南妇人之女及喂饱四千人

耶稣斥责法利赛人因人的传统废弃神的诫命并阐明真正的洁净,医治了迦南妇人的女儿,随后在旷野行神迹使四千人吃饱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

Τότε προσέρχονται τῷ Ἰησοῦ ἀπὸ Ἰεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας ὅταν ἄρτον ἐσθίωσιν.

那时,有法利赛人和文士从耶路撒冷来到耶稣那里,说: “你的门徒为什么犯古人的传统呢?因为他们吃饭的时候并不洗手。”

§15.3

ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;

耶稣回答他们说:“你们为什么也因你们的传统而犯神的诫命呢?

§15.4

ὁ γὰρ θεὸς εἶπεν "Τίμα τὸν πατέρα καὶ τὴν μητέρα," καί "Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·1"

因为神说: ‘当孝敬父母’, 又说: ‘咒骂父母的,必须处死。’

§15.5

ὑμεῖς δὲ λέγετε Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ·2 καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.

你们倒说:‘无论谁对父母说:“我本来可以供养你的,已经作了供献,”他就绝不用孝敬他的父亲。’这就是你们因着自己的传统,废弃了神的话。

§15.7

ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαίας λέγων " Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ·" " μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων."

伪善的人哪,以赛亚指着你们所说的预言是极好的,他说: ‘这百姓用嘴唇尊敬我, 他们的心却远离我;他们拜我也是徒然, 把人的吩咐当作道理教导人。’”

§15.10

Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς Ἀκούετε καὶ συνίετε· οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον.

于是耶稣叫了群众来,对他们说:“你们要听,也要明白: 入口的不能污秽人,唯独从口里出来的,这才能污秽人。”

§15.12

Τότε προσελθόντες οἱ μαθηταὶ λέγουσιν αὐτῷ Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;

当时门徒进前来对他说:“法利赛人听见这话很反感,你知道吗?”

§15.13

ὁ δὲ ἀποκριθεὶς εἶπεν Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται.

耶稣回答说:“凡不是我天父所栽种的植物,都要连根拔除。

§15.14

ἄφετε αὐτούς· τυφλοί εἰσιν ὁδηγοί· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.

任凭他们吧;他们是瞎子领路。若是瞎子领瞎子,两个人都要掉进坑里。”

§15.15

Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ Φράσον ἡμῖν τὴν παραβολήν.

彼得回答对他说:“请把这个比喻讲给我们听。”

§15.16

ὁ δὲ εἶπεν Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;

耶稣说:“连你们到如今还不明白吗?

§15.17

οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;

岂不知凡入口的,是进到肚子里,又排到厕所里去吗?

§15.18

τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.

唯独从口里出来的,是由心里发出来的,这些才污秽人。

§15.19

ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι.

因为从心里发出来的,有恶念、凶杀、通奸、淫乱、偷盗、假见证、谤讟。

§15.20

ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.

这些就是污秽人的;至于用没洗的手吃饭,并不污秽人。”

§15.21

Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.

耶稣离开那里,退到提洛和西顿的境内去。

§15.22

Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραζεν λέγουσα Ἐλέησόν με, κύριε υἱὸς Δαυείδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον.

看哪,有一个迦南妇人从那地区出来,喊着说:“主啊,大卫之子,可怜我吧!我的女儿被鬼附得甚苦。”耶稣却一言不答。

§15.23

καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.

门徒进前来求他说:“请打发她走吧,因为她在我们后面喊叫。”

§15.24

ὁ δὲ ἀποκριθεὶς εἶπεν Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.

耶稣回答说:“我奉差遣,不过是到以色列家迷失的羊那里去。”

§15.25

ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα Κύριε, βοήθει μοι.

那妇人却来拜他,说:“主啊,帮助我!”

§15.26

ὁ δὲ ἀποκριθεὶς εἶπεν Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.

他回答说:“拿儿女的饼扔给小狗是不妥的。”

§15.27

ἡ δὲ εἶπεν Ναί, κύριε, καὶ [γὰρ] τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.

妇人说:“主啊,是的;不过小狗也吃它们主人桌子上掉下来的碎屑。”

§15.28

τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.

于是耶稣回答她说:“妇人,你的信心是大的!照你所要的,给你成全吧。”从那时候起,她的女儿就痊愈了。

§15.29

Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ.

耶稣离开那里,来到加利利海边,上了山坐在那里。

§15.30

καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθʼ ἑαυτῶν χωλούς, κυλλούς, τυφλούς, κωφούς, καὶ ἑτέρους πολλούς, καὶ ἔριψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐθεράπευσεν αὐτούς· ὥστε τὸν ὄχλον θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ.

有大群人到他那里,带着瘸子、残疾的、瞎子、聋哑人,和许多别的病人,放在他的脚前,他就治好了他们;以致群众看见哑巴说话,瘸子行走,瞎子看见,都希奇,就归荣耀给以色列的神。

§15.32

Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι [ἤδη] ἡμέραι τρεῖς προσμένουσίν μοι3 καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μή ποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.

耶稣叫门徒来,说:“我怜悯这群人,因为他们同我在一起已经三天,也没有吃的了。我不愿意叫他们饿着回去,唯恐他们在路上困乏。”

§15.33

καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;

门徒对他说:“我们在这荒野地方,哪里有这么多的饼,叫这么大一群人吃饱呢?”

§15.34

καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.

耶稣对他们说:“你们有几个饼?”他们说:“七个,还有几条小鱼。”

§15.35

καὶ παραγγείλας τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.

他就吩咐群众坐在地上,拿着这七个饼和那些鱼,祝谢了,掰开,递给门徒,门徒又递给群众。

§15.37

καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ τὸ περισσεῦον τῶν κλασμάτων ἦραν ἑπτὰ σφυρίδας πλήρεις.

他们都吃,并且吃饱了;把剩下的碎块收拾起来,装满了七个大筐。

§15.38

οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων.

吃的人,除了妇女和孩子,共有四千男人。

§15.39

Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγαδάν.

耶稣散了群众,就上船,来到马加丹的境内。

语法注3 条
  1. 15.4θανάτῳ τελευτάτω

    与格名词 θανάτῳ 作方式或强调性状语修饰祈使动词 τελευτάτω,系仿照希伯来语同根词重叠(如绝对不定词)的表达,意为“必定被处死”。

  2. 15.5Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ

    在以不定关系从句 Ὃς ἂν εἴπῃ 开始的句式中出现了破格(anacoluthon)或顿绝(aposiopesis)。主句紧接以强否定 οὐ μὴ τιμήσει 开头,表达出法利赛规条的逻辑扭曲,即声明献给神者便“绝不可/不必孝敬其父”。

  3. 15.32ἡμέραι τρεῖς προσμένουσίν μοι

    主格短语 ἡμέραι τρεῖς 在此作时间跨度的副词性表述,是通用希腊语中表示持续时间的插入性主格用法,意即“他们同我在一起已历经三天”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:15.1-15.39