- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:14.1-14.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述施洗约翰的殉道,此后耶稣行了五饼二鱼喂饱五千人的神迹,夜间在水面上行走与门徒会合,并在革尼撒勒医治那里的病人。
Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οὗτός ἐστιν Ἰωάνης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.
那时,分封的王希律听见耶稣的名声,就对臣仆说:“这是施洗的约翰;他从死里复活了,所以这些异能由他里面发出来。”
Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάνην ἔδησεν καὶ ἐν φυλακῇ ἀπέθετο διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ἔλεγεν γὰρ ὁ Ἰωάνης αὐτῷ Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν·
原来希律为了他兄弟腓力的妻子希罗底的缘故,把约翰拿住,捆绑起来,关在监里;因为约翰曾对他说:“你占有她是不合法的。”
καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.
希律本想杀他,却害怕民众,因为他们以约翰为先知。
γενεσίοις δὲ γενομένοις τοῦ Ἡρῴδου1 ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ, ὅθεν μετὰ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται.
到了希律的生日,希罗底的女儿在众人当中跳舞,使希律欢喜。因此希律起誓应许,无论她求什么都赐给她。
ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς2 Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάνου τοῦ βαπτιστοῦ.
她受了母亲的唆使,就说:“请把施洗约翰的头放在盘子里,在这里给我。”
καὶ λυπηθεὶς ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι, καὶ πέμψας ἀπεκεφάλισεν Ἰωάνην ἐν τῇ φυλακῇ· καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς.
王便忧愁,但因所起的誓,又因同席的人,就吩咐给她;于是差人到监里,斩了约翰的头,把头放在盘子里拿来,赐给女子,女子便拿去给她母亲。
Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα καὶ ἔθαψαν αὐτόν, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.
约翰的门徒前来,把尸体领去埋葬了;又去告诉耶稣。
Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατʼ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.
耶稣听见了,就从那里坐船退到荒野僻静的地方去。众人听见,就从各城里步行跟随他。
Καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπʼ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν.
耶稣出来,见有一大群人,就怜悯他们,治好了他们的病人。
Ὀψίας δὲ γενομένης προσῆλθαν αὐτῷ οἱ μαθηταὶ λέγοντες Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.
天将晚的时候,门徒进前来,说:“这是荒野地方,时候已经晚了,请叫众人散开,让他们到村子里去,为自己买食物。”
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν.3
耶稣对他们说:“他们不用去,你们给他们吃吧。”
οἱ δὲ λέγουσιν αὐτῷ Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.
门徒对他说:“我们这里除了五个饼、两条鱼,别无所有。”
ὁ δὲ εἶπεν Φέρετέ μοι ὧδε αὐτούς.
耶稣说:“拿过来给我吧。”
καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
于是吩咐众人坐在草地上,就拿着这五个饼、两条鱼,望着天祝谢,掰开饼,递给门徒,门徒又递给众人。
καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις.
他们都吃,并且吃饱了;把剩下的碎块收拾起来,装满了十二个篮子。
οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.
吃的人,除了妇女和孩子,约有五千男人。
Καὶ [εὐθέως] ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.
耶稣随即催门徒上船,先渡到对岸去,等他散开众人。
καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατʼ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ.
他散开众人以后,就独自上山去祷告。到了晚上,只有他一人在那里。
Τὸ δὲ πλοῖον ἤδη σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.
那时船已离岸许多斯塔德,被波浪颠簸,因为风是不顺的。
Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν.
夜里四更天,耶稣在海面上行走,往他们那里去。
οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
门徒看见他在海面上行走,就惊慌,说:“是个幽灵!”并且害怕得喊叫起来。
εὐθὺς δὲ ἐλάλησεν [ὁ Ἰησοῦς] αὐτοῖς λέγων Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.
耶稣随即对他们说:“放心!是我,不要怕!”
ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα·
彼得回答他说:“主啊,如果是你,请吩咐我从水面上走到你那里去。”
ὁ δὲ εἶπεν Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἦλθεν πρὸς τὸν Ἰησοῦν. βλέπων δὲ τὸν ἄνεμον ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων Κύριε, σῶσόν με.
耶稣说:“你来吧。”彼得就从船上下去,在水面上行走,往耶稣那里去;但看见风,就害怕,开始沉下去,便喊着说:“主啊,救我!”
εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;4
耶稣赶紧伸手拉住他,对他说:“你这小信的人,为什么疑惑呢?”
καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος.
他们上了船,风就止住了。
οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες Ἀληθῶς θεοῦ υἱὸς εἶ.
在船上的人都拜他,说:“你真是神的儿子了。”
Καὶ διαπεράσαντες ἦλθαν ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ.
他们渡过了海,来到革尼撒勒的地方。
καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, καὶ παρεκάλουν [αὐτὸν] ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.
那地方的人一认出是耶稣,就打发人到周围整个地方去,把所有的病人都带到他那里,只求他们能摸一摸他的衣裳穗子;凡摸着的人都痊愈了。
- 14.6γενεσίοις δὲ γενομένοις τοῦ Ἡρῴδου
表示时间的名词与格短语(时间与格),γενομένοις 与 γενεσίοις 一致,意为“当希律的生日宴会举行时”。在后古典希腊语中,这种结构亦可视为替代属格独立结构(genitive absolute)的与格独立结构(dative absolute)。
- 14.8προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς
动词 προβιβάζω(唆使、催促、向前推)的被动分词。通常解释为心理上的指使,即“受其母亲唆使/指使”。虽然字面上也可理解为物理上的“被母亲推上前去”,但从其所提出的具体要求来看,体现的是事前的教唆指使。
- 14.16δότε αὐτοῖς ὑμεῖς φαγεῖν
人称代名词 ὑμεῖς(你们)置于命令动词 δότε 之后,具有强烈的对比和强调语气,针对门徒遣散众人的提议。不定词 φαγεῖν 既可解释为目的状语(“给他们以供吃”),亦可作为名词性成分充当 δότε 的直接宾语(“给他们吃的东西”)。
- 14.31εἰς τί ἐδίστασας;
介词 εἰς 与疑问代词宾格 τί 构成的习语表达,询问原因、目的或根据(“为何/为了什么”),意即“你为什么疑惑呢?”
