← 新约圣经

马太福音

§12.1-12.28

安息日的争议与别西卜辩论

耶稣通过门徒掐麦穗和安息日医治枯干手的人,表明自己是安息日的主,并在别西卜辩论中宣告自己是靠着神的灵赶鬼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.

那时,耶稣在安息日从麦地经过。他的门徒饿了,就掐起麦穗来吃。

§12.2

οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπαν αὐτῷ Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ.

法利赛人看见,就对耶稣说:“看哪,你的门徒在做安息日不可做的事了。”

§12.3

ὁ δὲ εἶπεν αὐτοῖς Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυεὶδ ὅτε ἐπείνασεν καὶ οἱ μετʼ αὐτοῦ;

耶稣对他们说:“大卫和跟随他的人饥饿的时候所做的事,你们没有念过吗?

§12.4

πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ "τοὺς ἄρτους τῆς προθέσεως" ἔφαγον, ὃ οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετʼ αὐτοῦ εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις;

他怎样进了神的殿, 他们吃了‘陈设饼’, 这饼不是他可以吃,也不是跟随他的人可以吃,惟独祭司才可以吃。

§12.5

ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν;

再者,律法上记着,当安息日祭司在殿里亵渎了安息日,却没有罪,你们没有念过吗?

§12.6

λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε.1

但我告诉你们:在这里有比殿更大的。

§12.7

εἰ δὲ ἐγνώκειτε τί ἐστιν "Ἔλεος θέλω καὶ οὐ θυσίαν," οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.2

你们若明白什么是 ‘我喜爱怜恤,不喜爱祭祀’, 就不至于定无罪的为有罪了。

§12.8

κύριος γάρ ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.

因为人子是安息日的主。”

§12.9

Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν·

耶稣离开那里,进了他们的会堂。

§12.10

καὶ ἰδοὺ ἄνθρωπος χεῖρα ἔχων ξηράν. καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες Εἰ ἔξεστι τοῖς σάββασιν θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ.

看哪,那里有一个枯干了一只手的人。有人问耶稣说:“安息日治病可以不可以?”意思是要控告他。

§12.11

ὁ δὲ εἶπεν αὐτοῖς Τίς [ἔσται] ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;

耶稣对他们说:“你们中间谁有一只羊,当安息日掉在坑里,不抓住它拉上来呢?

§12.12

πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν.

人比羊贵重得多了!所以在安息日行善是可以的。”

§12.13

Τότε λέγει τῷ ἀνθρώπῳ Ἔκτεινόν σου τὴν χεῖρα· καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.

于是对那人说:“伸出你的手来!”他把手一伸,手就复了原,像另一只一样完好。

§12.14

Ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατʼ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.

法利赛人出去,商议怎样可以除灭耶稣。

§12.15

Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν. Καὶ ἠκολούθησαν αὐτῷ πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν·

耶稣知道了,就离开那里。有许多人跟随他,他把他们全都治好了;又嘱咐他们,不要把他的事张扬出去。

§12.17

ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαίου τοῦ προφήτου λέγοντος " Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπʼ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ."

这是要应验先知以赛亚所说的话: “看哪,我的仆人,我所挑选、 我心里所喜悦、我所亲爱的; 我要将我的灵放在他身上, 他必将公理传给外邦。”

§12.19

" Οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ."

“ 他不争竞,不喧嚷, 街上也没有人听见他的声音。”

§12.20

" κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν."

“ 压伤的芦苇,他不折断; 将残的灯火,他不吹灭; 等他施行公理,叫公理得胜。”

§12.21

" καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν."

“ 外邦人都要仰望他的名。”

§12.22

Τότε προσήνεγκαν αὐτῷ δαιμονιζόμενον τυφλὸν καὶ κωφόν· καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν κωφὸν λαλεῖν καὶ βλέπειν.

当下,有人将一个被鬼附着、又瞎又哑的人带到耶稣那里,耶稣就治好了他,甚至那哑巴又能说话,又能看见。

§12.23

Καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον Μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαυείδ;3

众人都惊奇,说:“这不是大卫的子孙吗?”

§12.24

οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεεζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.

但法利赛人听见,就说:“这个人赶鬼,无非是靠着鬼王别西卜啊。”

§12.25

Εἰδὼς δὲ τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς Πᾶσα βασιλεία μερισθεῖσα καθʼ ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθʼ ἑαυτῆς οὐ σταθήσεται.

耶稣知道他们的意念,就对他们说:“凡一国自相分争,就成为荒场;一城一家自相分争,必站立不住。

§12.26

καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφʼ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;

若撒但赶逐撒但,就是自相分争,他的国怎能站立得住呢?

§12.27

καὶ εἰ ἐγὼ ἐν Βεεζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν.

我若靠着别西卜赶鬼,你们的子弟又靠着谁赶鬼呢?这样,他们就要做你们的审判官。

§12.28

εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.

我若靠着神的灵赶鬼,那就是神的国临到你们了。

语法注3 条
  1. 12.6τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε

    中性主格比较级 μεῖζον 支配比较属格 τοῦ ἱεροῦ。此处使用中性形式而非阳性,旨在抽象、概括性地指代“比殿更大的事物”(即天国的临在或基督的权柄),而非单一指向具体人物。

  2. 12.7εἰ δὲ ἐγνώκειτε τί ἐστιν... οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους

    非真实条件句(与过去事实相反)。条件从句动词 ἐγνώκειτε 为 γινώσκω 的过去完成时直说语气,用作未完成过去时含义(“如果你们明白”);结果从句由 ἄν 配合不定过去时直说语气 κατεδικάσατε 构成,表示对过去事实的否定(“就不会定……有罪了”)。

  3. 12.23Μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαυείδ;

    疑问小辞 μήτι 通常引导期望得到否定回答的疑问句,但在通俗希腊语及福音书语境中,常带有犹疑或惊异的语气,委婉地探索某种可能(“难道这人不是……吗?”或“莫非这人是……?”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:12.1-12.28