- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:11.1-11.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣回应施洗约翰的询问并肯定其先锋地位,谴责不肯悔改的诸城,随后呼召凡劳苦担重担的人到他那里得享安息。
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν1 ἐν ταῖς πόλεσιν αὐτῶν.
耶稣吩咐完了十二个门徒,就离开那里,往他们的各城去传道教训人。
Ὁ δὲ Ἰωάνης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ χριστοῦ πέμψας διὰ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;
约翰在监里听见基督所做的事,就打发他的门徒去,问他说:“那将要来的是你吗?还是我们等候别人呢?”
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Πορευθέντες ἀπαγγείλατε Ἰωάνει ἃ ἀκούετε καὶ βλέπετε·
耶稣回答他们说:“你们去,把所听见、所看见的事告诉约翰。
"τυφλοὶ ἀναβλέπουσιν" καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, καὶ νεκροὶ ἐγείρονται καὶ "πτωχοὶ εὐαγγελίζονται·"
就是瞎子看见, 瘸子行走,长大麻风的得洁净,聋子听见,死人复活, 穷人有福音传给他们。
καὶ μακάριός ἐστιν ὃς ἂν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
凡不因我跌倒的,就有福了!”
Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάνου Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
他们走的时候,耶稣就对众人讲论约翰说:“你们从前出到旷野是要看什么呢?要看风吹动的芦苇吗?
ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων.
你们出去到底是要看什么?要看穿细软衣服的人吗?看哪,那穿细软衣服的人是在王宫里。
ἀλλὰ τί ἐξήλθατε; προφήτην ἰδεῖν; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
你们出去究竟是为什么?是要看先知吗?是的,我告诉你们,他也比先知大多了。
οὗτός ἐστιν περὶ οὗ γέγραπται "Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου."
经上记着说: ‘看哪,我要差遣我的使者在你面前, 他要在你前面预备你的道路。’ 所说的就是这个人。
ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάνου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστίν.
我实在告诉你们,凡妇人所生的,没有一个兴起来大过施洗约翰的;然而天国里最小的比他还大。
ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάνου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.2
从施洗约翰的时候到如今,天国是遭受强力侵害的,强暴的人强夺它。
πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάνου ἐπροφήτευσαν·
因为众先知和律法说预言,到约翰为止。
καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλείας ὁ μέλλων ἔρχεσθαι.
你们若肯领受,这人就是那应当来的以利亚。
Ὁ ἔχων ὦτα ἀκουέτω.
有耳的,就应当听!
Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; ὁμοία ἐστὶν παιδίοις καθημένοις ἐν ταῖς ἀγοραῖς ἃ προσφωνοῦντα τοῖς ἑτέροις λέγουσιν Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε·
我可用什么比这世代呢?好像孩童坐在街市上招呼别的孩童, 说:‘我们向你们吹笛,你们不跳舞; 我们举哀,你们不捶胸。’
ἦλθεν γὰρ Ἰωάνης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν Δαιμόνιον ἔχει· ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν ἔργων αὐτῆς.
约翰来了,也不吃也不喝,人就说他是被鬼附着的;人子来了,也吃也喝,人又说:‘看哪,他是贪食好酒的人,是税吏和罪人的朋友!’但智慧借着她的作为显为是了。”
Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν·
那时,耶稣在诸城中行了许多异能,那些城的人终不悔改,就在那时候责备他们说:
Οὐαί σοι, Χοραζείν· οὐαί σοι, Βηθσαιδάν· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.
“哥拉汛哪,你有祸了!伯赛大啊,你有祸了!因为在你们中间所行的异能,若行在推罗、西顿,他们早已披麻蒙灰悔改了。
πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν.
但我告诉你们,当审判的日子,推罗、西顿所受的,比你们还容易受呢!
Καὶ σύ, Καφαρναούμ, μὴ "ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως ᾄδου καταβήσῃ.3" ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμεινεν ἂν μέχρι τῆς σήμερον.
迦百农啊,你岂能 ‘升到天上吗?你必坠落阴间。’ 因为在你那里所行的异能,若行在所多玛,它还可以存到今日。
πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.
但我告诉你们,当审判的日子,所多玛地方所受的,比你还容易受呢!”
Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις·
那时,耶稣应声说:“父啊,天地的主,我感谢你!因为你将这些事向聪明通达人就藏起来,向婴孩就显出来。
ναί, ὁ πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου.
父啊,是的,因为你的美意本是如此。
Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
一切所有的,都是我父交付我的;除了父,没有人知道子;除了子和子所愿意指示的,没有人知道父。
Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
凡劳苦担重担的人,可以到我这里来,我就使你们得安息。
ἄρατε τὸν ζυγόν μου ἐφʼ ὑμᾶς καὶ μάθετε ἀπʼ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ "εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν·"
你们当负我的轭,学我的样式;因为我心里柔和谦卑, ‘你们心里就必得享安息。’
ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
因为我的轭是容易的,我的担子是轻省的。”
- 11.1τοῦ διδάσκειν καὶ κηρύσσειν
带冠词不定词的属格形式,在此表目的(“去教训和传道”)。在通用希腊语中,紧跟在位移动词(此处为 μετέβη)之后的属格不定词常直接表示目的。
- 11.12ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν
动词 βιάζεται 既可作中间态(天国“强力向前推进”),也可作被动态(天国“遭受强力迫害/强暴对待”)。鉴于后半句 καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν(“强暴的人强夺它”),此处通常取被动态,指天国遭受世俗势力的暴力抵抗与攻击。
- 11.23μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως ᾄδου καταβήσῃ.
否定助词 μή 引导预期得到否定回答的反问句(“你难道能升到天上吗?——断乎不能”)。借此反驳其骄傲自大,并引出接下来的审判宣告 ἕως ᾄδου καταβήσῃ(“你必坠落阴间”)。
