- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:12.29-12.50
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣以壮士的比喻和对圣灵的亵渎阐述道理,教导凭果子认树;面对文士等人求神迹的要求,他预告约拿的神迹并借污鬼回转作警戒,最后宣告遵行天父旨意的人才是真正的亲属。
ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
人怎能进壮士家里,抢夺他的家具呢?除非先捆住那壮士,然后才可以抢夺他的家财。
ὁ μὴ ὢν μετʼ ἐμοῦ κατʼ ἐμοῦ ἐστίν, καὶ ὁ μὴ συνάγων μετʼ ἐμοῦ σκορπίζει.
不与我相合的,就是敌对我的;不同我收聚的,就是分散的。
Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται.
所以我告诉你们:人一切的罪和亵渎的话,都可得赦免;惟独亵渎圣灵,总不得赦免。
καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δʼ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.
凡说话干犯人子的,还可得赦免;但说话干犯圣灵的,今世来世总不得赦免。
Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν·1 ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
你们或以为树好,果子也好;树坏,果子也坏;因为看果子就可以知道树。
γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.
毒蛇的种类!你们既是恶人,怎能说出好话来呢?因为心里所充满的,口里就说出来。
ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.
善人从善的宝库发出善来;恶人从恶的宝库发出恶来。
Λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ λαλήσουσιν οἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον2 ἐν ἡμέρᾳ κρίσεως· ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.
我又告诉你们,凡人所说的闲话,在审判的日子,必要句句供出来;因为凭你的话定你为义,也凭你的话定你有罪。”
Τότε ἀπεκρίθησαν αὐτῷ τινὲς τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.
当时,有几个文士和法利赛人对耶稣说:“夫子,我们愿意你显个神迹给我们看。”
ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
耶稣回答说:“一个邪恶淫乱的世代求神迹,除了先知约拿的神迹以外,再没有神迹给他们看。
ὥσπερ γὰρ "ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας," οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
因为 ‘约拿三日三夜在大鱼肚腹中’, 人子也要这样三日三夜在地里头。
ἄνδρες Νινευεῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.3
当审判的时候,尼尼微人要与这世代一同起来定这世代的罪,因为尼尼微人听了约拿所传的就悔改了。看哪,在这里有比约拿更大的!
βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.
当审判的时候,南方的女王要与这世代一同起来定这世代的罪,因为她从地极而来,要听所罗门的智慧话。看哪,在这里有比所罗门更大的!
Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται διʼ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει.
污鬼离了人身,就在无水之地过来过去,寻求安歇之处,却寻不着。
τότε λέγει Εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα [καὶ] σεσαρωμένον καὶ κεκοσμημένον. τότε πορεύεται καὶ παραλαμβάνει μεθʼ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.
便说:‘我要回到我所出来的屋里去。’到了,就看见里面空闲,打扫干净,修饰整齐, 便去另带了七个比自己更恶的鬼来,都进去住在那里。那人末后的景况比先前更不好了。这邪恶的世代也要如此。”
Ἔτι αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἱστήκεισαν ἔξω ζητοῦντες αὐτῷ λαλῆσαι.
耶稣还对众人说话的时候,不料,他母亲和他弟兄站在外边,要与他说话。 有人告诉他说:“看哪,你母亲和你弟兄站在外边,要与你说话。”
ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ λέγοντι αὐτῷ Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;
他却回答那人说:“谁是我的母亲?谁是我的弟兄?”
καὶ ἐκτείνας τὴν χεῖρα [αὐτοῦ] ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν Ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·
就伸手指着门徒,说:“看哪,我的母亲,我的弟兄。
ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.
凡遵行我天父旨意的人,就是我的弟兄、姐妹和母亲了。”
- 12.33Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν
祈使语气动词 ποιήσατε 在此并非实际生产树木的指令,而是要求在逻辑上作出假设或判定的逻辑性祈使(“要么认定树好……”)。此句为双重宾格结构(τὸ δένδρον 为宾语,καλόν 为宾语补足语),意在要求对方保持逻辑上的一贯性:要么承认树与其果子皆好,要么承认两者皆坏。
- 12.36πᾶν ῥῆμα ἀργὸν ὃ λαλήσουσιν οἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον
短语 πᾶν ῥῆμα ἀργόν 在此构成悬空主格(nominativus pendens)或前置宾格结构,置于句首作为全句的主题,随后在主句中由介词短语 περὶ αὐτοῦ(“关于它”)进行复指照应。
- 12.41πλεῖον Ἰωνᾶ ὧδε
中性单数形容词 πλεῖον 用作实质词(省略系动词 ἐστίν),意为“更伟大事物”,后接属格 Ἰωνᾶ 作为比较属格。此处未用阳性指代具体人物,而是用中性单数来统括耶稣所彰显的神国临在这一更广大的权柄与事态。下一节的 πλεῖον Σολομῶνος 亦同此构词与句法。
