- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg001.humanitext-grc2:10.23-10.42
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
耶稣教导门徒在逼迫中要信靠上帝的看顾,要求他们放下世俗亲情彻底委身于主,并应许接待门徒的人必蒙赏赐。
ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε1 τὰς πόλεις [τοῦ] Ἰσραὴλ ἕως ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου.
有人在这城里逼迫你们,就逃到那一城去。我实在告诉你们,以色列的城邑,你们还没有走遍,人子就到了。
Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.
学生不能高过先生,仆人不能高过主人。
ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται2 ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην Βεεζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ.
学生和先生一样,仆人和主人一样,也就够了。若是人称家主为别西卜,何况他的家人呢?
μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
所以,不要怕他们;因为掩盖的事没有不露出来的,隐藏的事没有不被人知道的。
ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων.
我在暗中告诉你们的,你们要在明处说出来;你们耳中所听的,要在房顶上宣扬出来。
καὶ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ.
那杀身体、不能杀灵魂的,不要怕他们;惟有能把身体和灵魂都灭在地狱里的,正要怕他。
οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν. ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.
两个麻雀不是卖一阿萨里昂吗?若是你们的父不许,一个也不能掉在地上;就是你们的头发,也都被数过了。
μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.
所以,不要惧怕,你们比许多麻雀还贵重!
Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ3 ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· ὅστις δὲ ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.
凡在人面前认我的,我在我天上的父面前也必认他;凡在人面前不认我的,我在我天上的父面前也必不认他。
Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν.
你们不要想我来是叫地上太平;我来并不是叫地上太平,乃是叫地上动刀兵。
ἦλθον γὰρ διχάσαι ἄνθρωπον "κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς, "
因为我来是叫人‘与父亲生疏,女儿与母亲生疏,媳妇与婆婆生疏。
"καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. "
人的仇敌就是自己家里的人。’
Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος.
爱父亲或母亲过于爱我的,配不上我;爱儿子或女儿过于爱我的,配不上我;不背着他的十字架跟从我的,也配不上我。
ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
得着生命的,将要失丧生命;为我失丧生命的,将要得着生命。
Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.
人接待你们就是接待我;接待我就是接待那差我来的。
ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου4 μισθὸν προφήτου λήμψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήμψεται.
人因为先知的名接待先知,必得先知所得的赏赐;人因为义人的名接待义人,必得义人所得的赏赐。
καὶ ὃς ἂν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
无论何人,因为门徒的名,只把一杯凉水给这小子里的一个喝,我实在告诉你们,这人不能不得赏赐。”
- 10.23οὐ μὴ τελέσητε
“οὐ μή + 不定过去时虚拟语气”构成的强化否定句式,意为“绝不会”。动词 τελέω 带宾格宾语 τὰς πόλεις,在此作“走完”、“走遍(诸城镇)”解。
- 10.25ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται
希腊化希腊语的一种句式,在谓语形容词 ἀρκετόν(足够)之后,由 ἵνα 引导的虚拟语气从句充当实际主语(代替古典希腊语的不定词),意为“门徒若成为……也就够了”。
- 10.32ὁμολογήσει ἐν ἐμοὶ
古典希腊语中动词 ὁμολογέω 通常带宾格,此处却带介词 ἐν + 与格。这是反映阿拉姆语/希伯来语结构(动词后跟介词 בְּ)的闪米特语表达法,意为“承认(效忠于)某人”。
- 10.41εἰς ὄνομα προφήτου
介词短语 εἰς ὄνομα 是反映拉比犹太教希伯来语习惯表达(לְשֵׁם,“以……的名义/因着……的缘故”)的成语性用法,在此指“因先知的名分”或“因为他是先知”。
