- 底本
- Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0029.tlg006.humanitext-grc2:9-16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指斥菲洛克勒斯是一个随时会为了金钱出卖城邦要塞和舰队的危险分子,敦促陪审官遵照先前的判决以及被告自己起草的法令,对其坚决判处死刑。
τί γὰρ τοῦτον οὐκ ἂν οἴεσθε ἀποδόσθαι τῶν ἐν τῇ πόλει σπουδαιοτάτων, ὅταν ὑμεῖς ὡς πιστὸν αὐτὸν καὶ δίκαιον φύλακα καταστήσητε; ποίας οὐκ ἂν προδοῦναι τριήρεις τῶν ἐν τοῖς νεωρίοις; ἢ τίνος ἂν φροντίσαι φυλακῆς, λήσειν ἐλπίσαντα καὶ λήψεσθαι διπλάσιον οὗ νῦν εἴληφε χρυσίου; οὐδὲν ὅ τι οὐκ ἂν ὁ τοιοῦτος, ὦ ἄνδρες, ποιήσειεν.1
当你们任命他为忠诚正直的守卫时,你们以为城邦中最重大的事物有什么是他不肯出卖的?船坞中的三列桨座战船有什么是他不肯出卖的?或者只要他指望不被发觉并获得如今所得黄金的两倍,他又会在乎何种戒备防守?法官诸位,这样的人没有任何恶事是做不出来的。
ὅστις γὰρ ἀργύριον καὶ χρυσίον περὶ πλείονος τῆς πρὸς ὑμᾶς πίστεως ἡγεῖται καὶ μήθʼ ὅρκου μήτʼ αἰσχύνης μήτε δικαίου πλείω λόγον ἢ τοῦ λαμβάνειν ποιεῖται, οὗτος ἀποδώσεται τὸ καθʼ αὑτὸν τὴν Μουνιχίαν, ἂν ἔχῃ τὸν ὠνησόμενον, οὗτος ἐξαγγελεῖ τοῖς πολεμίοις σύνθημα φήνας καθʼ ὑμῶν, οὗτος προδώσει τὴν πεζὴν καὶ ναυτικὴν δύναμιν.
因为凡是把白银和黄金看得比对你们的忠信更重,凡是将誓言、羞耻和正义看得不如获取利益重要的人,只要有买家,此人就会在自己的权力范围内出卖穆尼基亚;此人会向敌人发出暗号,揭发情报来危害你们;此人会出卖陆军和海军部队。
μὴ οὖν, ὦ Ἀθηναῖοι, τὴν τίμησιν ὑπὲρ τῶν γεγενημένων μόνον ὑπὸ Φιλοκλέους ἀδικημάτων ἡγεῖσθε μέλλειν ποιεῖσθαι, ἀλλὰ καὶ ὑπὲρ τῶν ἄλλων ὧν ἂν ἔπραξεν οὗτος κύριος γενόμενος. καὶ τοῖς μὲν θεοῖς ἔχετε χάριν ὑπὲρ τοῦ μὴ παθεῖν τι μεῖζον ὑπὸ τούτου δεινόν, ἐγνωκότες τοῦτον οἷός ἐστιν· ἀξίως δʼ ὑμῶν αὐτῶν καὶ τῆς τοῦ κρινομένου πονηρίας κολάσατε αὐτόν·
因此,雅典人啊,请不要以为你们只是就菲洛克勒斯已经犯下的罪行进行量刑裁决,而要想到这也是为了他若掌权本会做出的其他一切勾当。由于你们认清了他究竟是何种小人,当为没有从他那里遭受更惨重的灾祸而感谢诸神;请按照配得上你们自身、也配得上被告之奸恶的原则去惩办他吧。
ὅς, ὦ Ἀθηναῖοι, τρὶς μὲν ἢ τετράκις ἱππαρχηκὼς ἀνδρῶν καλῶν κἀγαθῶν, πλεονάκις δʼ ἢ δεκάκις στρατηγὸς ὑφʼ ὑμῶν κεχειροτονημένος οὐκ ἄξιος ὤν, τιμώμενος καὶ ζηλούμενος διὰ τὴν πρὸς ὑμᾶς πίστιν ἀπέδοτο καὶ προέδωκε τὸ τῆς ἡμετέρας ἡγεμονίας ἀξίωμα, καὶ εἰς τὸ αὐτὸ κατέστησεν ἑαυτὸν Ἀριστογείτονι, καὶ μισθωτὸν καὶ προδότην ἀντὶ στρατηγοῦ ἐποίησεν.
雅典人啊,此人曾三四次在优秀的公民骑士中担任骑兵统领,又十余次被你们选为统帅——尽管他本不配——,由于对你们的忠信而享尽荣耀与歆羡,如今却出卖并背叛了我们统率地位的尊严,使自己沦落到与阿里斯托盖顿同等的地步,把统帅做成了雇佣之徒与叛徒。
ἔπειθʼ ὑποστείλασθαί τι δεῖ πρὸς τὸν τοιοῦτον ὑμᾶς, καὶ αἰσχυνθῆναι τοὺς ἠδικημένους, ὃς οὐκ ᾐσχύνθη τοιαῦτα πράττων καθʼ ὑμῶν καὶ τῶν ἄλλων; οὐχ οἱ τοιοῦτοι τῶν ἀνθρώπων ἐλεοῖντʼ ἂν εἰκότως παρʼ ὑμῖν, ὦ Ἀθηναῖοι· πολλοῦ γε καὶ δεῖ· ἀλλʼ οἱ προδοθέντες ἂν ὑπὸ Φιλοκλέους, εἴ τινʼ οὗτος παρέλαβε καιρὸν χρημάτων πολλῶν·2 ἐν οἷς καὶ ἡ ἀκτὴ καὶ οἱ λιμένες εἰσὶ καὶ τὰ νεώρια, ἃ οἱ πρόγονοι κατασκευάσαντες ὑμῖν κατέλιπον.
既然如此,难道你们面对这样的人竟还要退缩顾忌,受害之人反倒要觉得难为情吗?而他自己对你们和其他人做出这些勾当时何曾有过丝毫羞愧?雅典人啊,理应在你们这里得到怜悯的绝不是这等人物——万万不是——,而是倘若菲洛克勒斯获得攫取巨款的时机本会被出卖的那些对象,其中包括了海岸、港口以及你们祖先建造并留给你们的船坞。
ὧν ἀναμιμνησκομένους ὑμᾶς, ὦ Ἀθηναῖοι, δεῖ μὴ παρέργως ἔχειν πρὸς τὰς ὑπὸ τῆς βουλῆς γεγενημένας ἀποφάσεις, ἀλλʼ ἀκολούθως ταῖς πρότερον κεκριμέναις· αἰσχρὸν γὰρ ἀπειπεῖν τιμωρουμένους ἐστὶ τοὺς προδότας τῆς πόλεως γεγενημένους, καὶ ὑπολείπεσθαί τινας τῶν ἀδίκων καὶ πονηρῶν ἀνθρώπων, ὅτε οἱ θεοὶ φανεροὺς ὑμῖν ποιήσαντες παρέδοσαν τιμωρήσασθαι, ἑορακότες τὸν δῆμον ἅπαντα κατήγορον τούτου γεγενημένον καὶ προκεχειρικότα πρῶτον τῶν ἄλλων ἐπὶ τὸ τὴν τιμωρίαν ἐν ὑμῖν δοῦναι.
雅典人啊,牢记这些,你们决不可草率对待议事会所作的通报,而必须与先前作出的判决保持一致。因为若是对惩处已成城邦叛徒的人感到厌倦推诿,在诸神揭露了不义奸恶之徒并交由你们惩办时竟放过他们之中的某些人,那将是可耻的,尤其是你们已经目睹全体人民成为此人的起诉者,并在所有人之中首先指名将他送交你们面前接受惩处。
ἀλλʼ ἔγωγε, νὴ τὸν Δία τὸν σωτῆρα, αἰσχύνομαι, εἰ προτραπέντας ὑμᾶς δεῖ καὶ παροξυνθέντας ὑφʼ ἡμῶν ἐπὶ τὴν τοῦ νῦν εἰσεληλυθότος τὴν κρίσιν τιμωρίαν ἐλθεῖν. [καὶ] οὐκ αὐτόπται ἐστὲ τῶν ὑπὸ τούτου γεγενημένων ἀδικημάτων; καὶ ὁ μὲν δῆμος ἅπας οὔτʼ ἀσφαλὲς οὔτε δίκαιον νομίζων εἶναι παρακαταθέσθαι τοὺς ἑαυτοῦ παῖδας ἀπεχειροτόνησεν αὐτὸν ἀπὸ τῆς τῶν ἐφήβων ἐπιμελείας, ὑμεῖς δʼ οἱ τῆς δημοκρατίας καὶ τῶν νόμων φύλακες, οἷς ἡ τύχη καὶ ὁ κλῆρος ὑπὲρ τοῦ δήμου δικάσοντας ἐπέτρεψεν,3 φείσεσθε τοῦ τοιαῦτα διαπεπραγμένου, καὶ τὸ πέρας ἔχοντες τῶν ἐν τῇ πόλει ἁπάντων δικαίων ἀτιμώρητον ἀφήσετε τὸν δωροδόκον καὶ πάντων τῶν γεγενημένων κακῶν αἴτιον, ὅς, ὅπερ καὶ μικρῷ πρότερον εἶπον, μόνος τῶν πονηρῶν πάντων τρὶς οὐχ ἅπαξ ἀποπέφανται, καὶ τρὶς ἤδη δικαίως [ἂν] ἐζημιωμένος θανάτῳ κατὰ τὸ αὑτοῦ ψήφισμα.
以救主宙斯起誓,若非要我们促请和激发你们,你们才肯去惩办如今出庭受审的这个家伙,我本人实在深感羞耻。难道你们不是此人所犯罪行的亲历见证人吗?全体人民认为将自己的子弟托付给他既不安全也不妥当,因而通过投票剥夺了他监管青年军训的职务,而你们身为民主政体与法律的守卫者,命运与抽签将代表人民审判的权力托付给了你们,难道你们竟要宽恕做出了这等勾当的人吗?你们掌握着城中一切公理的终局裁决权,难道竟要放任这个受贿者、已发生的一切祸患的始作俑者逍遥法外?正如我刚才所说,在所有恶人之中,唯独他不是一次而是三次被通报,依照他自己起草的法令,他早已理应被三次处以死刑了。
- 9οὐδὲν ὅ τι οὐκ ἂν ὁ τοιοῦτος, ὦ ἄνδρες, ποιήσειεν.
οὐδὲν ὅ τι οὐ 是希腊语中的惯用双重否定表达,相当于全称肯定 πᾶν τι(“任何事”、“无所不为”)。全句谓语为带有 ἄν 的潜在希求语气 ποιήσειεν,表示“这样的人没有任何恶事是做不出来的”。
- 13ἀλλʼ οἱ προδοθέντες ἂν ὑπὸ Φιλοκλέους, εἴ τινʼ οὗτος παρέλαβε καιρὸν χρημάτων πολλῶν·
该句与前文的 οὐχ οἱ τοιοῦτοι τῶν ἀνθρώπων ἐλεοῖντʼ ἂν 构成对比。主节动词 ἐλεοῖντʼ ἂν 被承前省略,带有语气小词 ἄν 的分词 οἱ προδοθέντες ἂν 与过去与事实相反的条件从句(εἰ... παρέλαβε)相呼应,表示“假若他得到机会本会被出卖的(人或事物)”。紧接其后的关系分句 ἐν οἷς... 列举了海岸、港口与船坞,表明该先行词指代的是被背叛的一切对象。
- 16οἷς ἡ τύχη καὶ ὁ κλῆρος ὑπὲρ τοῦ δήμου δικάσοντας ἐπέτρεψεν
动词 ἐπέτρεψεν 支配指代陪审官的与格关系代词 οἷς,然而表示目的的将来分词 δικάσοντας 却采用了阳性复数宾格。这里分词未与与格 οἷς 一致,是因为在逻辑上其主语被视为宾格(ὑμᾶς),体现了类似于宾格不定式结构的格分配。
