- 底本
- Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0029.tlg006.humanitext-grc2:17-22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者援引昔日立下赫赫战功的名将提摩太仍因涉嫌受贿而遭重罚的先例,力劝法官绝不可宽宥家财丰厚却背叛祖国的菲洛克勒斯,当以严惩捍卫法律与城邦的尊严。
τί οὖν ἀναμενεῖτʼ, ὦ Ἀθηναῖοι; καὶ ποῖα ἀδικήματα ζητεῖτε ἕτερα μείζω τῶν εἰρημένων ἀκοῦσαι; οὐχ ὑμεῖς ἐστε καὶ οἱ ὑμέτεροι πρόγονοι οἱ Τιμοθέῳ Πελοπόννησον περιπλεύσαντι καὶ τὴν ἐν Κερκύρᾳ ναυμαχίαν Λακεδαιμονίους νικήσαντι καὶ Κόνωνος υἱεῖ τοῦ τοὺς Ἕλληνας ἐλευθερώσαντος καὶ Σάμον λαβόντι καὶ Μεθώνην καὶ Πύδναν καὶ Ποτείδαιαν, καὶ πρὸς ταύταις ἑτέρας εἴκοσι πόλεις, οὐδὲν τούτων ὑπόλογον ποιησάμενοι; οὐδὲ τῆς τότε ἐνεστώσης κρίσεως καὶ τῶν ὅρκων οὓς ὀμωμοκότες φέρετε τὴν ψῆφον ἀντικαταλλαξάμενοι1 τὰς τηλικαύτας εὐεργεσίας, ἀλλʼ ἑκατὸν ταλάντων τιμήσαντες, ὅτι χρήματʼ αὐτὸν Ἀριστοφῶν ἔφη παρὰ Χίων εἰληφέναι καὶ Ῥοδίων; τὸν δὲ μιαρὸν ἄνθρωπον καὶ προδότην,2 ὃν οὐχ εἷς ἀνὴρ ἀλλὰ πᾶσα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ζητήσασα ἀποπέφαγκε χρήματʼ ἔχειν καθʼ ὑμῶν, ὃς οὐσίαν ἔχων πολλὴν καὶ παίδων ἀρρένων οὐκ ὄντων αὐτῷ, καὶ οὐδενὸς ἄλλου δεόμενος ὧν ἂν ἄνθρωπος μέτριος δεηθείη, οὐκ ἀπέσχετο χρημάτων διδομένων κατὰ τῆς πατρίδος, οὐδʼ ἀπεκρύψατο τὴν ἔμφυτον πονηρίαν, ἀλλʼ ἀνεῖλε πᾶσαν τὴν γεγενημένην αὑτῷ πρὸς ὑμᾶς πίστιν, καὶ οἷς πρότερον ἔφη διαφέρεσθαι, πρὸς τούτους ἔταξεν αὑτόν, καὶ ἐξήλεγξεν αὑτοῦ τὴν προσποίητον καλοκαγαθίαν, ὅτι ψευδὴς ἦν.
既然如此,雅典人啊,你们还要等待什么?除了已经陈述的罪行之外,你们还想听到什么更大的不法之行?难道不正是你们和你们的先祖,在提摩太环航伯罗奔尼撒并在科耳库拉海战中击溃拉刻代蒙人之后,在他身为解放了希腊人的科农之子,并且攻取了萨摩斯、迈托内、皮德纳、波提代亚以及除这些之外的二十座城邦之后,却未将其中任何功绩作为开脱的考量吗?你们未曾将当时正在进行的审判以及你们投下选票时已立下的誓言拿去与如此巨大的功业相交换,反而对他处以一百塔兰同的罚款,只因阿里斯托丰指称他从希俄斯人和罗得斯人那里收受了钱财。然而对于这个卑劣之徒、这个叛徒——通报他藏有危害你们之金钱的不是个别人,而是阿莱奥斯山议事会全体经调查后作出的结论;他家财万贯,又无男嗣,中庸之士所需的一切事物他无一匮乏,却未曾拒绝针对祖国提供的贿金,也未掩盖其天生的邪恶,反而亲手毁弃了他对你们所建立的全部信义,投靠到了他从前自称与之不合的人那一阵营,证实了他那伪装的高尚原是虚妄之物。
ἃ χρὴ λογισαμένους ὑμᾶς πάντας, ὦ Ἀθηναῖοι, καὶ τῶν παρόντων καιρῶν ἀναμνησθέντας, οἳ πίστεως οὐ δωροδοκίας δέονται, μισεῖν τοὺς πονηρούς, ἀνελεῖν ἐκ τῆς πόλεως τὰ τοιαῦτα θηρία, καὶ δεῖξαι πᾶσιν ἀνθρώποις ὅτι οὐ συνδιέφθαρται τὸ τοῦ δήμου πλῆθος τῶν ῥητόρων καὶ τῶν στρατηγῶν τισιν, οὐδὲ δουλεύει ταῖς δόξαις, εἰδότας ὅτι μετὰ μὲν δικαιοσύνης καὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας ῥᾳδίως ἀμυνούμεθα, θεῶν ἵλεων ὄντων, ἐάν τινες ἡμῖν ἀδίκως ἐπιτιθῶνται, μετὰ δὲ δωροδοκίας καὶ προδοσίας καὶ τῶν ὁμοίων τούτοις κακῶν, ἃ τοῖς τοιούτοις ἀνθρώποις πρόσεστιν, οὐδεμίʼ ἂν πόλις σωθείη.
雅典人啊,你们所有人理当深思这些,并记取当前需要忠信而非受贿的危急时刻,憎恶恶人,从城邦中除掉这等野兽,并向全人类表明:人民大众并未随同某些演说家和将领一同腐化,亦未屈从于虚名。因为你们深知,若有正义和彼此间的同心同德,只要神明庇佑,一旦有人不义地攻击我们,我们便能轻易击退之;但若伴随着受贿、背叛以及依附于这等人物身上的类似恶行,任何城邦都绝无可能幸存。
μηδεμίαν οὖν δέησιν, ὦ Ἀθηναῖοι, μηδʼ ἔλεον εἰς ὑμᾶς λαμβάνοντες αὐτούς, μηδὲ τὴν ἐξ αὐτῶν τῶν ἔργων καὶ τῆς ἀληθείας ἀποδεδειγμένην ὑμῖν κατὰ τῶν κρινομένων ἀδικίαν ἄκυρον ποιήσαντες, βοηθήσατε κοινῇ τῇ πατρίδι καὶ τοῖς νόμοις· ταῦτα γὰρ ἀμφότερα διαδικάζεται νῦν πρὸς τὴν τούτου πονηρίαν.3
因此,雅典人啊,切莫让任何恳求与怜悯进入你们自己心中,切莫废弃那由行为本身和真相向你们昭示的、针对被告的不法之罪,而要共同捍卫祖国和法律;因为这两者如今正与此人的邪恶在法庭上展开抗辩。
ὑπὲρ πάσης, ὦ Ἀθηναῖοι, τῆς χώρας νῦν μέλλετε φέρειν τὴν ψῆφον, καὶ τῶν ἐν ταύτῃ κατεσκευασμένων ἱερῶν καὶ τῶν ἀρχαίων νομίμων καὶ τῆς παραδεδομένης ὑπὸ τῶν προγόνων ὑμῖν πολιτείας, οὐχ ὑπὲρ Φιλοκλέους μόνον· οὗτος μὲν γὰρ αὑτοῦ πάλαι θάνατον κατέγνωκε. ταῦθʼ ὑμᾶς ἱκετεύων ἐγὼ δικαιοτέραν πολὺ δέησιν δέομαι4 τούτων τῶν τοιαῦτα πεπραχότων, μὴ ἐγκαταλιπεῖν ὑπὲρ ὧν οἱ πρόγονοι πολλοὺς ὑπέμειναν κινδύνους, μηδʼ εἰς ἀδοξίαν αἰσχρὰν ἀγαγεῖν τὸ τῆς πόλεως ἀξίωμα, μηδὲ ἀντικαταλλάξασθαι τὴν πρὸς τούτους χάριν τῶν νόμων καὶ τῶν τοῦ δήμου ψηφισμάτων καὶ τῶν τῆς βουλῆς ἀποφάσεων.
雅典人啊,你们如今不仅是要就菲洛克勒斯一人投下选票,更是要为全境、为其中建立的圣所、为古老的法度以及先祖传给你们的政体投下这一票;因为此人早已自判了死刑。我向你们恳求这些,乃是提出了比这些犯下如此恶行之徒远为正当的请求:决不要抛弃先祖为之历经重重危险的事业,决不要让城邦的尊严陷入可耻的恶名,决不要用法律、人民的法令以及议事会的裁决报告去换取对这些人的偏袒。
ἀκριβῶς γὰρ ἴστε, ὦ Ἀθηναῖοι, ἀκριβῶς, ὅτι ὑμεῖς μὲν παρὰ πᾶσιν ἀνθρώποις ἐπαινεῖσθε ταῖς γεγενημέναις ζητήσεσιν ὑπὲρ τούτων τῶν χρημάτων, οἱ δʼ ἐξεληλεγμένοι κατὰ τῆς ἑαυτῶν πατρίδος δῶρα εἰληφότες πονηροὶ καὶ ἄδικοι καὶ μισόδημοι νομίζονται εἶναι, φιλεῖν ὑμᾶς φάσκοντες καὶ πράττειν ὑπὲρ τῶν τῆς πόλεως ἀγαθῶν, καὶ διʼ ὑμᾶς ἔνδοξοι γεγενημένοι.
雅典人啊,你们确确实实深知,全人类都因你们针对这些款项展开的调查而赞扬你们;相反,那些被查实收受贿赂危害自身祖国的人,尽管嘴上声称爱戴你们、为城邦的利益奔走,并且是靠着你们才享有盛名,却被公认为奸恶、不义且仇视人民之徒。
- 17ἀντικαταλλαξάμενοι
动词 ἀντικαταλλάττομαι 在此支配属格(τῆς τότε ἐνεστώσης κρίσεως καὶ τῶν ὅρκων)表示放弃或作为代价的事物,支配宾格(τὰς τηλικαύτας εὐεργεσίας)表示换取或顾全的事物,意为“为了如此巨大的功勋而牺牲/置换掉当时的审判与誓言”。
- 17τὸν δὲ μιαρὸν ἄνθρωπον καὶ προδότην
悬置宾格(或先行宾格),与前句中处在与格位置的提摩太(Τιμοθέῳ)构成鲜明对比。句法上原本预期后文会出现如“你们难道要放过吗”之类的及物动词,但因随后接续了长篇的关系从句(ὃν..., ὃς...),最终导致句式脱节(破格语法),并在第19节中以“ἃ χρὴ λογισαμένους...”重新组织句意。
- 20διαδικάζεται νῦν πρὸς τὴν τούτου πονηρίαν
以“这两者”(ταῦτα... ἀμφότερα,指代祖国与法律)为主语的拟人化表达。采用了诉讼专门术语 διαδικάζομαι(在法庭上抗辩/争讼),将祖国与法律本身形象地描绘为正在法庭上与被告的奸恶进行交锋的原告方。
- 21ταῦθʼ ὑμᾶς ἱκετεύων ἐγὼ δικαιοτέραν πολὺ δέησιν δέομαι
同源宾格结构(δέησιν δέομαι)。开头的 ταῦτα 作为指示代词宾格,充当分词 ἱκετεύων 所恳请的具体内容,全句基本骨架为“我在就这些事恳求你们的同时,提出了一项远为正当的祈请”。
