- 底本
- Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0029.tlg006.humanitext-grc2:1-8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者痛斥因收受哈尔帕罗斯贿赂而被战神山议事会定罪的菲洛克勒斯的伪誓与无耻,主张法庭无须复核通报的真伪,而应依据其自拟的法令直接判处其死刑并没收财产。
τί χρὴ λέγειν πρὸς τῶν θεῶν περὶ τοιούτων ἀνθρώπων, ἢ πῶς χρήσεσθε τῇ τούτου πονηρίᾳ; ὃς οὐχ ἅπαξ ἀλλὰ τρὶς ἐξεληλεγμένος ὑπὸ τῆς ἐξ Ἀρείου πάγου βουλῆς, ὡς ὑμεῖς ἅπαντες ἴστε καὶ νῦν ἐν τῷ δήμῳ ἠκούετε, καὶ ἐψευσμένος ἁπάντων Ἀθηναίων ἐναντίον καὶ τῶν περιεστηκότων, φάσκων κωλύσειν Ἅρπαλον εἰς τὸν Πειραιᾶ καταπλεῦσαι, στρατηγὸς ὑφʼ ὑμῶν ἐπὶ τὴν Μουνιχίαν καὶ τὰ νεώρια κεχειροτονημένος, καὶ δῶρα τολμήσας λαβεῖν κατὰ πάντων ὑμῶν καὶ τῆς χώρας καὶ παίδων καὶ γυναικῶν, καὶ ἐπιωρκηκὼς ὃν ὤμοσεν ὅρκον μεταξὺ τοῦ ἕδους καὶ τῆς τραπέζης, καὶ γράψας καθʼ ἑαυτοῦ ψήφισμα, καὶ θανάτου τιμησάμενος ἐὰν εἰλήφῃ τι τῶν χρημάτων ὧν Ἅρπαλος εἰς τὴν χώραν ἐκόμισεν, ὅμως ἐτόλμησεν1 εἰς τοὺς εἰδότας ὑμᾶς ἐξεληλεγμένον ἑαυτὸν ἅπασι τούτοις ἔνοχον γεγενημένον ἐλθεῖν καὶ δεῖξαι ἑαυτόν, οὐ τῷ δικαίῳ πιστεύων, ὦ Ἀθηναῖοι, — τί γὰρ τούτῳ δικαιοσύνης μέτεστιν; — ἀλλὰ τῇ τόλμῃ καὶ τῇ ἀναιδείᾳ, ᾗ χρώμενος πρότερον μὲν ἠξίωσε καταφρονήσας ὑμῶν καὶ τῶν ἐν τῇ πόλει δικαίων τὰ χρήματα λαβεῖν, νυνὶ δὲ ἀπολογησόμενος ἥκει ὡς οὐδὲν τούτων διαπέπρακται· τοσοῦτον τῆς ὑμετέρας ῥᾳθυμίας καταπεφρόνηκε.
看在诸神的份上,对待这样的人该说什么,你们又将如何处置此人的奸恶?正如你们大家所知、刚才又在公民大会上听到的那样,他被战神山议事会揭露罪行不是一次,而是三次,并且在被你们选为统领穆尼基亚和船坞的将军之后,面对所有雅典人和在场众人公然撒谎,声称自己会阻止哈尔帕罗斯驶入比雷埃夫斯港;而且他竟敢收受贿赂,危害你们全体、城邦的国土、孩子和妻子,背弃了在神像与供桌之间所立的誓言,并亲自起草了针对自己的法令,提议如果自己收受了哈尔帕罗斯带入本国的任何金钱,就当处以死刑;然而,他明知你们深谙内情,在自身罪状确凿、难逃上述一切指控的情况下,竟还敢出庭并在你们面前现身,这绝不是出于对正义的依仗,雅典人啊——因为他与正义何干?——而是凭着他先前在蔑视你们和城中公理而认定可以收受钱财时所用的同样胆大妄为与寡廉鲜耻,如今竟出庭辩解,宣称自己全未做出这些勾当;他对你们的宽纵竟蔑视到了这般地步。
καὶ ὁ μὲν κοινὸς τῆς πόλεως νόμος, ἐάν τις ἑνὸς ἐναντίον τῶν πολιτῶν ὁμολογήσας τι παραβῇ τοῦτον ἔνοχον εἶναι κελεύει τῷ ἀδικεῖν· ὁ δὲ πάντας Ἀθηναίους ἐξηπατηκώς, καὶ προδοὺς τὴν πίστιν ἣν παρʼ ὑμῶν οὐκ ἄξιος ὢν ἔλαβε, καὶ τὸ καθʼ αὑτὸν μέρος ἅπαντʼ ἀνατετροφὼς τὰ ἐν τῇ πόλει, οὗτος ἐπὶ τὴν ἀπολογίαν ἥκειν φήσει τὴν ὑπὲρ τῆς αἰτίας τῆς εἰς αὑτὸν γεγενημένης;
城邦的通用法律规定,任何人若违背当着单个公民所立的约定,便属违法犯罪;而此人欺骗了全体雅典人,辜负了他本不配得却从你们那里获得的信任,并在自己职责范围内倾覆了城邦的一切秩序,难道他竟敢声称自己是来就加于其身的罪名进行辩护的吗?
ἐγὼ δέ, ὦ ἄνδρες, εἰ δεῖ τἀληθῆ λέγειν — δεῖ δέ —, οὐ τὰς ἀποφάσεις οἶμαι νῦν2 κρίνεσθαι, πότερον ἀληθεῖς εἰσιν ἢ ψευδεῖς αἱ κατὰ Φιλοκλέους γεγενημέναι, ἀλλὰ περὶ μόνης τῆς τιμωρίας ὑμᾶς δεῖν τῆς ἐν τῷ ψηφίσματι γεγραμμένης δικάσαι νῦν, πότερα δεῖ χρημάτων τιμῆσαι τῷ τηλικαῦτα ἠδικηκότι τὴν πόλιν, ἢ θανάτῳ ζημιώσαντας, ὥσπερ οὗτος ἔγραψεν ἐν τῷ ψηφίσματι καθʼ αὑτοῦ, [ἢ] δημεῦσαι3 τὴν οὐσίαν τὴν ἐκ τοιούτων λημμάτων συνειλεγμένην.
依我看,法官诸位,倘若必须道出实情——也确实必须道出——,我认为如今需要审判的并不是针对菲洛克勒斯所作的通报究竟属实还是虚假,而是你们如今只需对法令中所载的刑罚本身作出裁决:究竟是对如此严重危害城邦之人处以罚金,还是依照他自己在针对自己的法令中所写的那样,处以死刑并没收从这等不义之财中聚敛的家产。
οἴεσθε τοῦτον νῦν πρῶτον ἐπὶ τούτων τῶν χρημάτων πονηρὸν γεγενῆσθαι, ἢ νῦν πρῶτον καθʼ ὑμῶν δῶρα εἰληφέναι; οὐκ ἔστι ταῦτα, ἀλλὰ πάλαι τοιοῦτος ὢν ἐλάνθανεν ὑμᾶς, καὶ ηὐτυχήκαθʼ ὅτι οὐκ ἐν μείζοσι καιροῖς ἐπύθεσθε τὴν αἰσχροκέρδειαν αὐτοῦ· οὐ γάρ ἐστι χαλεπώτερον ἀνθρώπου τὴν αὑτοῦ πονηρίαν ἀγνοουμένην ἔχοντος.
难道你们以为此人是如今在这笔钱财上才初次变为恶人,抑或是如今才初次收受危害你们的贿赂吗?绝非如此,他久已是这般小人,只是瞒过了你们而已,而你们幸而未在更大的危机时刻才发觉他的贪鄙;因为没有什么比一个人将自己的恶行掩藏不露更为凶险了。
οὐκ ἀποκτενεῖτε, ὦ Ἀθηναῖοι, πάντες ὁμοθυμαδὸν τὸν εἰς τοσαύτην αἰσχύνην καὶ ἀδικίαν πολλοὺς τῶν πολιτῶν ἐμβεβληκότα, τὸν ἀρχηγὸν γενόμενον τοῦ διαδεδομένου χρυσίου καὶ εἰς αἰτίαν καθιστάντα πᾶσαν τὴν πόλιν; ἀλλʼ ὑπομενεῖτʼ ἀκούειν τοῦ τοσαῦτα διαπεπραγμένου καθʼ ὑμῶν, ὡς4 [ὅτι] τὸ συνέδριον τὸ ἐν Ἀρείῳ πάγῳ ψευδεῖς πεποίηται τὰς ἀποφάσεις, καὶ ὡς αὐτὸς μὲν δίκαιος καὶ χρηστὸς καὶ ἀδωροδόκητός ἐστιν, ἡ δʼ ἐξ Ἀρείου πάγου βουλὴ ταῦτα πάντα προεῖται χάριτος ἢ λημμάτων ἕνεκα;
雅典人啊,对于这个将众多公民拖入如此奇耻大辱与不义之中、成为分发黄金的首恶并使全城蒙受指责的人,难道你们不愿万众一心地将他处死吗?难道你们竟能容忍这个对你们犯下如此罪行的人声称:战神山会议作出了虚假的通报,而他自己公正、良善、不受贿赂,反倒是战神山议事会为了人情或利益而抛弃了这一切?
ἆρʼ ἴσθʼ ὅτι ἐπὶ μὲν τῶν ἄλλων ἀδικημάτων σκεψαμένους ἀκριβῶς δεῖ μεθʼ ἡσυχίας καὶ τἀληθὲς ἐξετάσαντας, οὕτως ἐπιτιθέναι τοῖς ἠδικηκόσι τὴν τιμωρίαν, ἐπὶ δὲ ταῖς φανεραῖς καὶ παρὰ πάντων ὡμολογημέναις προδοσίαις πρώτην τετάχθαι τὴν ὀργὴν καὶ τὴν μετʼ αὐτῆς γιγνομένην τιμωρίαν;
难道你们不知,在其他不法行为中,理当在从容之中审慎考量、查明真相之后,再对作恶者施加惩罚;然而面对昭然若揭且人尽皆认的叛国行径,愤怒以及随之而来的惩处理当率先降临吗?
- 1ὃς οὐχ ἅπαξ ἀλλὰ τρὶς ἐξεληλεγμένος ... ὅμως ἐτόλμησεν
由关系代名词 ὃς(指被告菲洛克勒斯)引导的长句统领了一连串完成时、现在时与不定过去时分词(ἐξεληλεγμένος、ἐψευσμένος、φάσκων、κεχειροτονημένος、τολμήσας、ἐπιωρκηκώς、γράψας、τιμησάμενος),随后由带有转折小辞 ὅμως 的主要动词 ἐτόλμησεν 承接。以关系从句开头的结构在罗列完诸多罪状后,实际上转为了主句展开。
- 5οὐ τὰς ἀποφάσεις οἶμαι νῦν κρίνεσθαι ... ἀλλὰ περὶ μόνης τῆς τιμωρίας ὑμᾶς δεῖν τῆς ἐν τῷ ψηφίσματι γεγραμμένης δικάσαι νῦν
由 οἶμαι 统领的两个不定式从句构成的对比句式。前半部分采用宾格主语加被动不定式(τὰς ἀποφάσεις ... κρίνεσθαι),后半部分 ἀλλά 之后则由非人称动词不定式 δεῖν 统领逻辑主语宾格 ὑμᾶς 与不定式 δικάσαι(搭配 περί 加属格)。
- 5ἢ θανάτῳ ζημιώσαντας, ὥσπερ οὗτος ἔγραψεν ἐν τῷ ψηφίσματι καθʼ αὑτοῦ, [ἢ] δημεῦσαι
由 πότερα δεῖ... 引导的择一疑问句的后半部分。阳性宾格复数分词 ζημιώσαντας 与 δεῖ 的逻辑主语(即审判员们,宾格 ὑμᾶς)保持一致,不定式 δημεῦσαι 则直接受 δεῖ 支配。文中的括号 [ἢ] 在部分抄本中出现,但在句意上分词与不定式表示一项连贯的惩处措施,即“处以死刑并没收其财产”。
- 7ἀκούειν τοῦ τοσαῦτα διαπεπραγμένου καθʼ ὑμῶν, ὡς
感知动词 ἀκούειν 支配表示人的属格(τοῦ ... διαπεπραγμένου),随后接 ὡς 从句说明其主张的内容,意为“听某人坚称……”。不定式 ἀκούειν 作为前述动词 ὑπομενεῖτε(“难道你们容忍……?”)的宾语。
