- 底本
- Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0029.tlg005.humanitext-grc2:7-13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
控告人揭露了被告阿里斯托盖同过去的一系列恶行:任由贫困的生父自生自灭、在监狱中甚至遭同监罪犯排斥孤立、无视巨额罚金与剥夺公权的判决而继续在法庭和民众会出没,从而力证他绝不配得到任何宽恕。
ἐὰν δʼ ἕκαστος ἡμῶν, ὡς εἰδότων ὑμῶν πάντα οὐδὲν ἧττον ἡμῶν τὰ δίκαια περὶ τουτωνὶ τῶν ἀγώνων, βραχέα εἰπὼν καταβῇ, ψευδής, καὶ οὐ δικαίως παρὰ τῶν Ἀρεοπαγιτῶν γεγενημένη;1 ἢ τὸ δῶρα λαμβάνειν ἐπὶ προδοσίᾳ τῶν τῆς πόλεως συμφερόντων οὐκ ἴσθʼ ὅτι τῶν δεινοτάτων ἐστὶ καὶ τῶν πλεῖστα κακὰ τὰς πόλεις ἐργαζομένων.
或者,如果我们每一个人,以为你们同我们一样清楚关于这些诉讼的一切正义所在,因而简短陈述便走下讲坛,那么议事会的报告就会变成虚假的、战神山议员们不公正作出的吗?难道你们不知道,背叛城邦利益而收受贿赂,乃是最可怕的事之一,也是给城邦带来最多祸患的事之一吗?
ἀλλʼ αὐτὸς ὁ κρινόμενος νὴ Δία μέτριος τὸν τρόπον, καὶ προγόνων χρηστῶν, καὶ πολλὰ ἡμᾶς καὶ ἰδίᾳ καὶ δημοσίᾳ καλὰ εἰργασμένος, ὥστε διὰ ταῦτʼ ἄξιόν ἐστιν αὐτοῦ φείσασθαι; καὶ τίς ὑμῶν οὐ πολλάκις ἀκήκοεν, ὅτι Κυδιμάχου μὲν τοῦ πατρὸς τοῦ Ἀριστογείτονος θανάτου καταγνωσθέντος καὶ φυγόντος ἐκ ταύτης τῆς πόλεως ὁ χρηστὸς οὗτος υἱὸς περιεῖδε τὸν αὑτοῦ πατέρα καὶ ζῶντα τῶν ἀναγκαίων σπανίζοντα καὶ τελευτήσαντα οὐ τυχόντα τῶν νομίμων, ἅπερ αὐτοῦ πολλάκις κατεμαρτυρεῖτο·
凭宙斯起誓,难道是因为被告本人的性情温和、祖先高尚,且在私在公都为我们做过许多好事,因此才值得饶恕他吗?你们当中又有谁不曾屡次听说:当阿里斯托盖同的父亲基狄马科斯被判处死刑并逃离这座城邦时,这个高尚的儿子竟然任由自己的父亲在活着时缺衣少食,在死后得不到合法的葬仪——这些事可是屡次被当面作证指控他的啊!
αὐτὸν δὲ τοῦτον, ὅτʼ εἰς τὸ δεσμωτήριον τὸ πρῶτον ἀπήχθη — πολλάκις γὰρ ἴστε τοῦτο δήπου γεγενημένον —, τοιαῦτα τολμήσαντα ποιεῖν αὐτοῦ,2 ὥστʼ ἐκείνους ἀποψηφίσασθαι μήτε πῦρ ἐναύειν τούτῳ μήτε συσσιτεῖν μηδένα μήτε θυσιῶν τῶν γιγνομένων κοινωνεῖν; καίτοι, ὦ Ἀθηναῖοι, τίνα χρὴ τοῦτον νομίζειν ἔχειν διάνοιαν, ὃς διὰ μὲν πονηρίαν εἰς τὸ δεσμωτήριον ἐνέπεσεν, ἐκεῖ δʼ ὢν παρὰ τοῖς ἐκ τῶν ἄλλων ἀνθρώπων κακούργοις ἀπηγμένοις οὕτως εἶναι πονηρὸς ἔδοξεν, ὥστε μηδʼ ἐκεῖ τῶν ἴσων ἀξιοῦσθαι τοῖς ἄλλοις, ἀλλὰ κλέπτην ὥς φασι ληφθέντα τουτονὶ παρʼ ἐκείνοις, εἰ ἦν ἕτερός τις τόπος ἀνοσιώτερος ἵνα ἐξῆν ἀπάγειν τοὺς ἐκ δεσμωτηρίου κλέπτοντας, εἰς ἐκεῖνον ἂν τοῦτο τὸ θηρίον ἀπαχθῆναι;3 καὶ ταῦθʼ, ὅπερ ἀρτίως εἶπον, τίς οὐκ οἶδε καταμαρτυρηθέντʼ Ἀριστογείτονος, ὅτʼ ἐμπορίου ἐπιμελητὴς λαχὼν ἀπεδοκιμάσθη ὑπὸ τῶν τότε δικαζόντων ἄρχειν ταύτην τὴν ἀρχήν;
又有谁不曾听说:这厮本人在第一次被押送进监狱时——因为你们自当知晓这事发生过多次——竟敢在里面干出这等行径,以至于那里的囚犯们投票表决,不给这厮生火,不准任何人同他共餐,也不准他分享举行的祭品?然而,雅典人啊,一个人因作恶而投入监狱,而在那里,在从全人类中押来的恶人堆里,他竟被认为如此邪恶,以至于在那里都不被认为配与其他人享有同等对待;甚至据说他在他们当中行窃被捕,如果有另一个更为亵圣的地方可以押送从监狱中偷窃的人,这头野兽本该被押往那个地方——对于这样的人,你们认为他该怀有什么样的心性呢?正如我刚才所言,当他抽签当选为市场监督官、却被当时的审判官们判定无资格担任该职务时,又有谁不知道上述这些事曾被作为对阿里斯托盖同的证词呢?
ἔπειτʼ εἰρωνεύεσθε πρὸς ὑμᾶς αὐτούς, καὶ περὶ Ἀριστογείτονος μέλλοντες φέρειν τὴν ψῆφον ἐλεεῖτε, ὃς τὸν αὑτοῦ πατέρα κακῶς διατιθέμενον ὑπὸ τοῦ λιμοῦ οὐκ ἠλέησεν; ἔπειτα παρʼ ἡμῶν ἔτι λόγους ἀκούειν βούλεσθε περὶ τῆς Ἀριστογείτονος τιμήσεως, ὃν ἴστε ἀκριβῶς ὅτι δικαίως ἂν καὶ ἐκ τοῦ ἄλλου βίου καὶ ἐκ τῶν νῦν αὐτῷ πεπραγμένων τῆς ἐσχάτης τύχοι τιμωρίας;
然而你们如今却对自己装糊涂,在即将对阿里斯托盖同投票时心生怜悯,而他当初对饥寒交迫的亲生父亲却未曾有过半分怜悯?难道你们如今还想从我们这里听到关于阿里斯托盖同量刑的言辞,而你们明明确切知晓,无论根据他以往的一生,还是根据他如今的所作所为,他都理当遭受极刑?
οὐκ Ἀριστογείτων ἐστίν, ὦ Ἀθηναῖοι, ὁ κατὰ τῆς ἱερείας τῆς Ἀρτέμιδος τῆς Βραυρωνίας καὶ τῶν οἰκείων αὐτῆς τοιαῦτα γράψας καὶ ψευσάμενος, ὥσθʼ ὑμᾶς, ἐπειδὴ τὴν ἀλήθειαν ἐπύθεσθε παρὰ τῶν κατηγόρων, πέντε ταλάντων τιμῆσαι τούτῳ, ὅσονπερ ἦν ἐπὶ τῇ τῶν παρανόμων γραφῇ τίμημα ἐπιγεγραμμένον; οὐχ οὗτος πρὶν ἐκτῖσαι τοῦτο, συκοφαντῶν τὸν ἐντυγχάνοντα ὑμῶν καὶ λέγων καὶ γράφων ἐν τῷ δήμῳ διατετέλεκε, καὶ καταφρονῶν ἁπασῶν τῶν τιμωριῶν αἳ κατὰ τῶν ἀδικούντων ἐν τοῖς νόμοις εἰσὶ γεγραμμέναι;
雅典人啊,难道阿里斯托盖同不就是那个对布劳隆的阿耳忒弥斯女祭司及其亲属提出不实指控并撒谎,以至于你们在从控告人那里获悉真相后,对他处以五塔兰同罚金——恰恰是违宪提案诉讼中所记载的赔偿数额——的人吗?难道这厮不就是在尚未缴纳这笔罚金之前,就不断诬告遇到的任何公民,在民众会中继续发表演说并起草提案,蔑视法律中针对不法之徒所规定的全部刑罚的人吗?
οὐ τὸ τελευταῖον οὗτος ἐνδειχθεὶς ὑπὸ Λυκούργου, καὶ ἐξελεγχθεὶς ὀφείλων τῷ δημοσίῳ λέγειν οὐκ ἐξὸν αὐτῷ,4 καὶ παραδοθεὶς τοῖς ἕνδεκα κατὰ τοὺς νόμους, περιπατῶν ἔμπροσθεν τῶν δικαστηρίων καὶ εἰς τὴν προεδρίαν τῶν πρυτάνεων ἐκάθιζεν;
难道最近不正是这厮,在被吕库尔戈斯告发并查实身负公债而在依法无权发表演说的情况下公开发言,且依法被移交给十一人长官之后,依然在法庭门前昂首闲逛,甚至堂而皇之地坐进轮值常务官员的头排雅座吗?
- 7ἐὰν δʼ ἕκαστος ἡμῶν, ὡς εἰδότων ὑμῶν πάντα οὐδὲν ἧττον ἡμῶν τὰ δίκαια περὶ τουτωνὶ τῶν ἀγώνων, βραχέα εἰπὼν καταβῇ, ψευδής, καὶ οὐ δικαίως παρὰ τῶν Ἀρεοπαγιτῶν γεγενημένη;
承接前一语段末尾的抉择反问句(πότερʼ ἡ τῆς βουλῆς ἀπόφασις, ἐὰν μὲν ... ἀληθὴς καὶ δικαία ἔσται)的后半对照部分(ἐὰν δὲ ...)。此处省略了主语 ἡ ἀπόφασις 和主动词 ἔσται,需补足理解为“如果我们简短陈述便走下讲坛,(报告)就会成为虚假的吗”。ὡς εἰδότων ὑμῶν 为带有 ὡς 的属格独立结构,表示发言者主观上的假定或依据(“以为你们知道”)。
- 9αὐτὸν δὲ τοῦτον, ὅτʼ εἰς τὸ δεσμωτήριον τὸ πρῶτον ἀπήχθη — πολλάκις γὰρ ἴστε τοῦτο δήπου γεγενημένον —, τοιαῦτα τολμήσαντα ποιεῖν αὐτοῦ
在句法上受前句 τίς ὑμῶν οὐ πολλάκις ἀκήκοεν(“你们当中谁不曾屡次听说”)的支配,从前文的 ὅτι 从句转换为“宾格+分词”结构(αὐτὸν δὲ τοῦτον ... τοιαῦτα τολμήσαντα ποιεῖν)。句中的 αὐτοῦ 为地点副词,意为“就在那里、在监狱中”(相当于 αὐτόθι)。
- 10ὥστε μηδʼ ἐκεῖ τῶν ἴσων ἀξιοῦσθαι τοῖς ἄλλοις, ἀλλὰ κλέπτην ὥς φασι ληφθέντα τουτονὶ παρʼ ἐκείνοις, εἰ ἦν ἕτερός τις τόπος ἀνοσιώτερος ἵνα ἐξῆν ἀπάγειν τοὺς ἐκ δεσμωτηρίου κλέπτοντας, εἰς ἐκεῖνον ἂν τοῦτο τὸ θηρίον ἀπαχθῆναι;
在由 ὥστε 引导的长大结果从句内部,嵌套了一个与过去事实相反的虚拟条件句(εἰ ἦν ... ἂν ἀπήχθη)。条件从句保持直陈式过去时(εἰ ἦν),而归结从句因受 ὥστε 间接引述的支配,由 ἂν ἀπήχθη 转换为 ἄν +不定词(ἂν ... ἀπαχθῆναι)。句末的问号终结了前面由 καίτοι ... τίνα χρὴ τοῦτον νομίζειν ἔχειν διάνοιαν(“应当认为……的人怀有何种心性呢?”)所统领的主句疑问结构。
- 13ὀφείλων τῷ δημοσίῳ λέγειν οὐκ ἐξὸν αὐτῷ
短语 οὐκ ἐξὸν αὐτῷ 为无人称动词 ἔξεστι(被允许)的中性单数现在分词所构成的独立宾格(accusative absolute),表示让步性的伴随状况:“尽管对他而言是不被允许的”。分词 ὀφείλων 表原因或身份状态(“由于身欠公债”),指其处于被剥夺发言权(公民权停止)的状态。
