- 底本
- Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0029.tlg005.humanitext-grc2:14-19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者痛斥宽恕阿里斯托盖同或接纳其参政的荒谬性,援引德玛得斯和狄摩西尼受罚的先例,并逐条阐明依据古代立法原则与公职资格审查标准,劣迹斑斑的阿里斯托盖同绝无被赦免的资格。
εἶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὃν οἱ νόμοι μὲν πολλάκις ὑμῖν παραδεδώκασι τιμωρήσασθαι κατεψηφισμένον ὑπὸ τῶν πολιτῶν ἐνδειχθέντα, φυλάξαι δʼ οὔθʼ οἱ ἕνδεκα δεδύνηνται οὔτε τὸ δεσμωτήριον, τούτῳ βουλήσεσθε συμβούλῳ χρῆσθαι; καὶ ὁ μὲν νόμος εὐξάμενον κελεύει τὸν κήρυκα μετʼ εὐφημίας πολλῆς, οὕτως ὑμῖν τὸ βουλεύεσθαι περὶ τῶν πραγμάτων παραδιδόναι· ὑμεῖς δὲ τὸν ἀνόσιον καὶ περὶ πάντας πονηρὸν καὶ μάλιστα περὶ τὸν ἑαυτοῦ πατέρα γεγενημένον, τοῦτον μεθʼ ὑμῶν καὶ μετὰ τῶν ὑμετέρων οἰκείων καὶ συγγενῶν ἐάσετε πολιτεύεσθαι; καὶ Δημάδῃ μὲν καὶ Δημοσθένει οὐδεμίαν ὤεσθε δεῖν συγγνώμην ἔχειν, ὅτι δῶρα καθʼ ὑμῶν ἐξηλέγχθησαν λαμβάνοντες, ἀλλʼ ἐτιμωρήσασθε, καὶ δικαίως, οἷς εἰ μὴ πάντα ἀλλὰ πολλά γε συνῇστε χρήσιμα πεπολιτευμένοις·1 τὸν δὲ κατάρατον τοῦτον, ὃς ἀγαθὸν μὲν ὑμᾶς οὐδεπώποτε πεποίηκεν ἐξ οὗ πρὸς τὴν πόλιν προσελήλυθε, κακὸν δʼ ὅ τι δυνατός ἐστιν, ἀφήσετε; καὶ τίς οὐκ ἂν ἐγκαλέσειεν ὑμῖν τοῖς τοῦτον προσδεχομένοις σύμβουλον; ὅταν γὰρ ἄνθρωπος γνώριμον καὶ φανερὰν καὶ περιβόητον τὴν πονηρίαν παρὰ πᾶσι τοῖς πολίταις ἔχων ἐν ὑμῖν δημηγορῇ, τότε τοὺς ἀκούοντας ὑμᾶς οἱ περιεστηκότες θαυμάσουσι, πότερα βελτίους οὐκ ἔχετε συμβούλους ἢ καὶ χαίρετε τῶν τοιούτων ἀκούοντες.
那么,雅典的男人们啊,市民们对他提出告发并判定有罪,法律曾屡次将他交给你们去惩罚,然而无论是十一人长官还是监狱都未能看押住的这厮,难道你们竟愿意任用他作为谋士吗?法律要求传令官在极尽肃穆地祈祷之后,才按此程序将国家事务的审议交托给你们;难道你们竟容许这个大逆不道、对所有人都狠毒、尤其对亲生父亲狠毒的人,与你们以及你们的家人和亲族一同参政吗?你们曾认为绝不应对德玛得斯和狄摩西尼有任何宽恕,因为他们被查实收受了不利于你们的贿赂,并且你们惩罚了他们——而且是公正地惩罚,尽管你们明知他们即便并非全部、但也曾实施过许多有益的国策;然而,这个自踏足城邦政治以来从未给你们做过一件好事、反倒无所不用其极地作恶的该诅咒之人,难道你们竟要将他放过吗?对于接纳这厮为谋士的你们,又有谁不会加以指责呢?因为当一个恶名在全体公民中人尽皆知、昭然若揭且臭名昭著的人在你们当中发表演说时,周围的旁观者就会对作为听众的你们感到诧异:究竟是你们没有更好的谋士,还是你们甚至乐于倾听这等货色?
χρὴ δʼ, ὦ Ἀθηναῖοι, ὥσπερ οἱ πρῶτοι νομοθέται περὶ τῶν ἐν τῷ δήμῳ λεγόντων τοῖς προγόνοις ὑμῶν ἐνομοθέτησαν, οὕτω καὶ ὑμᾶς ζητεῖν ἀκούειν, ἵνα βελτίους τοὺς προσιόντας ὑμῖν ποιήσητε. πῶς οὖν ἐκεῖνοι περὶ τούτων ἐγίγνωσκον; πρῶτον μὲν καθʼ ἑκάστην ἐκκλησίαν δημοσίᾳ κατὰ τῶν πονηρῶν ἀρὰς ποιούμενοι,2 εἴ τις δῶρα λαμβάνων μετὰ ταῦτα λέγει καὶ γιγνώσκει περὶ τῶν πραγμάτων, ἐξώλη τοῦτον εἶναι· ὧν οὗτος νῦν ἐστιν Ἀριστογείτων· ἔπειτʼ ἐν τοῖς νόμοις δώρων γραφὰς ποιήσαντες, καὶ κατὰ μόνου τούτου τῶν ἀδικημάτων δεκαπλασίαν ἐπιθέντες τοῦ τιμήματος τὴν ἔκτισιν, ἡγούμενοι τὸν τιμὴν λαμβάνοντα τῶν ἐν τῷ δήμῳ ῥηθήσεσθαι μελλόντων λόγων, τοῦτον οὐχ ὑπὲρ τῶν τοῦ δήμου βελτίστων ἀλλʼ ὑπὲρ τῶν τοῖς δοῦσι συμφερόντων δημηγορεῖν· Ἀριστογείτονα τοίνυν ἡ βουλὴ ἀποπέφαγκε· πρὸς δὲ τούτοις ἀνακρίνοντες τοὺς τῶν κοινῶν τι μέλλοντας διοικεῖν, τίς ἐστι τὸν ἴδιον τρόπον, εἰ γονέας εὖ ποιεῖ, εἰ τὰς στρατείας ὑπὲρ τῆς πόλεως ἐστράτευται, εἰ ἱερὰ πατρῷά ἐστιν, εἰ τὰ τέλη τελεῖ·
雅典人啊,正如最早的立法者们为你们的祖先就民众会中的发言者立下法律那样,你们也当同样去聆听,以便让走近你们的人变得更加优秀。那么,先贤们对此是如何认定的呢?首先,在每一次民众会中公开对恶人施加诅咒:如果有人收受贿赂,随后就国事发言并发表意见,此人必当断子绝孙、彻底灭亡——如今这个阿里斯托盖同正是这类人之一;其次,在法律中设立了受贿公诉,并唯独对这一项罪行施加评定数额十倍的赔偿,认定凡是为即将在民众会中发表的言论收受钱财之人,发表演说绝非为了民众的最大利益,而是为了施贿者的利益;因此,议事会已将阿里斯托盖同告发;此外,他们还对将要管理公共事务的人进行资格审查:其个人品性如何,是否善待父母,是否曾为城邦服兵役,是否有祖传祭坛,是否缴纳税赋; 在这些方面,阿里斯托盖同拿不出一项能证明自己符合要求。
ὧν οὐδὲν ἂν ἔχοι δεῖξαι συμβεβηκὸς Ἀριστογείτων αὑτῷ. ἀντὶ μὲν γὰρ τοῦ γονέας εὖ ποιεῖν κακῶς οὗτος τὸν ἑαυτοῦ πατέρα πεποίηκεν· ὅτε δʼ ὑμεῖς ἐστρατεύεσθε πάντες, οὗτος ἦν ἐν τῷ δεσμωτηρίῳ· τοσοῦτον δʼ ἀπολέλοιπε τοῦ πατρὸς μνῆμά τι ἔχειν, ὦ Ἀθηναῖοι, δεῖξαι, ὥστʼ3 οὐδʼ ἐν Ἐρετρίᾳ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος ἐκεῖ τὰ νομιζόμενα ἐποίησεν αὐτῷ· τῶν δʼ ἄλλων Ἀθηναίων εἰσφερόντων ἐκ τῶν ἰδίων, οὗτος οὐδὲ τῶν δημοσίων καὶ ὧν ὦφλε τὸ ἀργύριον ἅπαν ἐκτέτεικεν.
因为他非但不善待父母,反而虐待自己的亲生父亲;在你们全体服兵役出征之时,这厮却被关在监狱里;雅典人啊,他离指认父亲的坟墓相差如此之远,以至于他的父亲死在厄瑞特里亚时,他甚至未曾在那里为父亲举行合法的葬仪;在其他雅典人从私产中缴纳特别税赋时,他连欠公款的数额以及被判罚的罚金都未曾全额缴清。
ἁπλῶς δʼ εἰπεῖν, ἐναντία τοῖς νόμοις ἅπασι πράττων διατετέλεκε, καὶ τοῦτον μόνον ἡ ἐξ Ἀρείου πάγου βουλὴ τοῖς ἐζητηκόσι καὶ εἰδόσιν ἀποπέφαγκεν· οὐ γὰρ παρʼ ἐκείνης ὑμεῖς πυθόμενοι τοῦτον ἴστε πονηρὸν καὶ ἄδικον ὄντα, ἀλλʼ ἕκαστος ὑμῶν ἀκριβῶς οἶδε τὴν τούτου πονηρίαν. ὥστε τὸ πολλάκις λεγόμενον ἀληθὲς εἰπεῖν ἐστιν, ὅτι περὶ μὲν τούτου τὴν ψῆφον ὑμεῖς μέλλετε φέρειν, περὶ δʼ ὑμῶν οἱ περιεστηκότες καὶ οἱ ἄλλοι πάντες.
简而言之,他一直在做违背一切法律之事,战神山议事会唯独将此人指控给调查并明晓实情的人;因为你们知晓他是邪恶且不义之徒,并非从议事会那里获知,而是你们每个人都确切知晓此人的奸恶。因此,正如常言所道出的实情那样:你们即将对他投下一票,而周围的旁观者以及所有其他人则将对你们投下一票。
- 15οἷς εἰ μὴ πάντα ἀλλὰ πολλά γε συνῇστε χρήσιμα πεπολιτευμένοις
动词 σύνοιδα 搭配与格关系代词 οἷς(先行词为前文的 Δημάδῃ καὶ Δημοσθένει)及与之呼应的与格分词 πεπολιτευμένοις,构成表示“深知/意识到某人曾实施了……”的标准句式。插入成分 εἰ μὴ πάντα ἀλλὰ πολλά γε 修饰中性复数宾语 χρήσιμα(“即便并非全部,但至少也有许多有益之举”)。
- 16πρῶτον μὲν καθʼ ἑκάστην ἐκκλησίαν δημοσίᾳ κατὰ τῶν πονηρῶν ἀρὰς ποιούμενοι
作为对前句疑问 πῶς οὖν ἐκεῖνοι περὶ τούτων ἐγίγνωσκον; 的回答,此句在没有主要定式动词统摄的情况下,并列使用了分词短语(πρῶτον μὲν ... ποιούμενοι、ἔπειτʼ ... ποιήσαντες、πρὸς δὲ τούτοις ἀνακρίνοντες),构成破格句式(anacoluthon),逐项罗列了古代立法者的具体举措。
- 18τοσοῦτον δʼ ἀπολέλοιπε τοῦ πατρὸς μνῆμά τι ἔχειν, ὦ Ἀθηναῖοι, δεῖξαι, ὥστʼ
“τοσοῦτον ἀπολείπει τοῦ + 不定词(ἔχειν)+ ὥστε从句”为习惯用法,意为“距离……相差如此之远,以至于……”。随后的不定词 δεῖξαι 作为说明/目的性限定依附于名词短语 μνῆμά τι,意为“足以指认/展示的父亲墓冢”。
