- 底本
- Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0029.tlg005.humanitext-grc2:1-6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
控告人依据战神山议事会的报告展开演说,指出臭名昭著的惯犯阿里斯托盖同竟在法庭上挑战议事会公信力这一荒谬局面,并敦促审判官因其过往罪行及收受哈尔帕洛斯贿赂而将其判处死刑。
πάνθʼ, ὡς ἔοικεν, ὦ Ἀθηναῖοι, προσδοκητέα ἐστὶ καὶ ἀκοῦσαι καὶ ἰδεῖν1 ἐν ταῖς γεγενημέναις ἀποφάσεσι· θαυμασιώτατον δὲ πάντων, ὡς ἐμοὶ δοκεῖ, τὸ νῦν γιγνόμενον. ὁ γὰρ πονηρότατος τῶν ἐν τῇ πόλει, μᾶλλον δὲ καὶ τῶν ἄλλων ἀνθρώπων, Ἀριστογείτων διαδικασόμενος ἥκει τῇ ἐξ Ἀρείου πάγου βουλῇ περὶ ἀληθείας καὶ δικαιοσύνης, καὶ νυνὶ μείζονα κίνδυνον ἡ τὴν ἀπόφασιν πεποιημένη βουλὴ κινδυνεύει ἢ ὁ δῶρα λαμβάνων καθʼ ὑμῶν καὶ τὴν ὑπὲρ τῶν δικαίων παρρησίαν ἀποδόμενος εἴκοσι μνῶν.
雅典人啊,看来在已作出的报告揭发中,无论听到什么、看到什么都是应当预料到的;但在我看来,当下发生的事乃是万事中最令人惊骇的。因为城邦中最邪恶的,或者不如说全人类中最邪恶的阿里斯托盖同,竟为了真理与正义前来同战神山议事会打官司;而如今,作出报告揭发的议事会所冒的危险,反倒大过那个收受背叛你们的贿赂、以二十明那出卖了为正义直言的权利的人。
τούτῳ μέν γε καινὸν οὐδὲν οὐδὲ δεινόν, ἐὰν ἁλῷ, συμβήσεται· καὶ γὰρ θανάτου ἄξια πολλὰ πρότερον ἕτερα διαπέπρακται, καὶ ἐν τῷ δεσμωτηρίῳ πλείω χρόνον ἢ ἔξω διατέτριφε, καὶ ὀφείλων τῷ δημοσίῳ κατὰ τῶν ἐπιτίμων γέγραφεν οὐκ ἐξὸν αὐτῷ,2 καὶ ἕτερα πολλὰ καὶ δεινὰ πεποίηκε, περὶ ὧν ὑμεῖς ἀκριβέστερον ἐμοῦ γιγνώσκετε· τῇ δὲ βουλῇ τὸ δόξαι ψευδῆ κατʼ Ἀριστογείτονος ἀποφαίνειν καὶ τοῦτον ἐκείνης παρʼ ὑμῖν ὑποληφθῆναι δικαιότερα λέγειν τῶν αἰσχίστων καὶ δεινοτάτων ἐστίν.3
对这厮而言,若是被定罪,倒不会遭逢任何新鲜或可怕的事;因为此前他已犯下许多其他罪该万死的恶行,在监狱里度过的时间比在外面还要长,身负公债、在依法无权起诉的情况下向享有完全公民权的人提起诉讼,并且还干下许多其他可怕的恶行,关于这些你们比我所知更为确切。然而对议事会而言,被认为对阿里斯托盖同作出了虚假的指控,并在你们面前被判定为这厮比议事会说得更在理,乃是属于最可耻、最可怕的事情。
διόπερ, ὦ Ἀθηναῖοι, οὗτός μοι δοκεῖ, τὸν ἀγῶνα αὑτῷ ἀσφαλῆ εἶναι νομίζων, διαπειρασόμενος ἥκειν τῆς ὑμετέρας γνώμης. ἅπαντα γὰρ αὐτῷ πολλάκις τὰ δεινὰ συμβέβηκε, πλὴν τοῦ ἀποθανεῖν· τοῦτο δʼ, ἂν θεὸς θέλῃ καὶ ὑμεῖς σωφρονῆτε, ἐν τῇ τήμερον ἡμέρᾳ συμβήσεται. οὐ γὰρ δὴ μὰ τὸν Ἡρακλέα βελτίω γενήσεσθαι αὐτὸν προσδοκᾶτε συγγνώμης νυνὶ τυγχάνοντα παρʼ ὑμῶν, οὐδὲ τὸ λοιπὸν ἀφέξεσθαι τοῦ λαμβάνειν χρήματα καθʼ ὑμῶν, ἐὰν νῦν ἀφῆτε αὐτόν. πονηρίαν γὰρ ἀρχομένην μὲν κωλῦσαι τάχʼ ἄν τις κολάζων δυνηθείη, ἐγκαταγεγηρακυῖαν δὲ καὶ γεγευμένην τῶν εἰθισμένων τιμωριῶν ἀδύνατον εἶναι λέγουσιν.
因此,雅典人啊,在我看来,他正是认为这场诉讼对自己毫无危险,才来试探你们的决断。因为除了死亡之外,所有的可怕遭遇他都屡次经历过了;而这一死,若神灵愿意且你们保持清醒,就将在今天发生。以赫拉克勒斯起誓,你们断不会指望他现在蒙你们宽恕就会变好,也不会指望如果你们现在放过他,他今后就会罢手不再收受背叛你们的钱财。因为初生的恶行,惩罚或许尚能加以遏止;但至于根深蒂固、对惯常的刑罚早已习以为常的恶行,人们都说是不可能遏止的。
εἰ μὲν οὖν ἐγγενήσεσθαι βούλεσθε δευσοποιὸν ἐν τῇ πόλει πονηρίαν, διαφυλάττειν ὑμᾶς Ἀριστογείτονα δεῖ, καὶ ἐᾶν ὅ τι ἄν [τις] βούληται ἐν τῇ πόλει διαπράττεσθαι· εἰ δὲ τοὺς πονηροὺς καὶ καταράτους ἀνθρώπους μισεῖτε καὶ ἔστιν ὑμῖν ὀργὴ καὶ μνήμη τῶν πρότερον ὑπὸ τούτου πεπραγμένων, ἀποκτείνατε τοῦτον, ὃς παρʼ Ἁρπάλου λαβεῖν χρήματα ἐτόλμησεν, ὃν ᾔσθεθʼ ἥκειν καταληψόμενον τὴν πόλιν ὑμῶν, καὶ τὰς προφάσεις καὶ τοὺς φενακισμοὺς ἐκκόψατε αὐτοῦ· τούτοις γὰρ ἥκει πιστεύων πρὸς ὑμᾶς.
所以,若是你们希望一种不可磨灭的恶行在城邦中扎根,你们就该保全阿里斯托盖同,听任他在城邦里为所欲为;但若是你们痛恨邪恶与该诅咒之人,对这厮先前的所作所为尚存义愤与记忆,那就处死这个人吧——他竟敢收受哈尔帕洛斯的钱财,而你们早就察觉那人是来夺取你们城邦的——并斩断他的种种借口与诡辩;因为他正是依仗着这些来到你们面前的。
ἆρʼ ἴσθʼ ὅτι τῆς Ἁρπάλου ἀφίξεως δυσχεροῦς οὔσης ἐκεῖνο συμβέβηκεν εὐτύχημα τῇ πόλει, διότι πεῖραν εἰλήφατʼ ἀκριβῆ τῶν ἕνεκʼ ἀργυρίου καὶ χρυσίου προϊεμένων πάντα τοῖς τῆς πόλεως ἐχθροῖς; μὴ καταρρᾳθυμήσητε, ὦ Ἀθηναῖοι, μηδʼ ἀπείπητε τιμωρούμενοι τοὺς πονηρούς, ἀλλʼ ἐκκαθάρατε, καθʼ ὅσον δυνατόν ἐστι, τὴν δωροδοκίαν ἐκ τῆς πόλεως. καὶ μὴ τῶν παρʼ ἐμοῦ λόγων ἀκούειν ζητήσητε, φανερῶν ὑμῖν γεγενημένων τῶν ἀδικημάτων κατὰ τῶν ὑπὸ τῆς βουλῆς ἀποπεφασμένων.
难道你们不知,哈尔帕洛斯的到来虽然艰难可憎,却也给城邦带来了这一幸运,即你们得以对那些为了白银和黄金而把一切出卖给城邦敌人的人有了确凿的检验?雅典人啊,切莫松懈懈怠,也莫在惩罚恶人时心生倦意,而要在力所能及的范围内,从城邦中清除受贿恶习。既然被议事会揭发者的罪行在你们面前已经昭然若揭,就切莫再去寻求倾听我这边的言辞。
[ἢ διὰ τοὺς τοῦ κρινομένου προγόνους καὶ τὴν αὐτοῦ μετριότητα, καὶ ὅτι ὑμᾶς πολλὰ καὶ ἰδίᾳ καὶ δημοσίᾳ ἀγαθὰ εἴργασται, ἄξιόν ἐστιν αὐτοῦ φείσασθαι;] τί γὰρ ἀγνοεῖτε διʼ ὃ δεῖσθε λόγων ἀκούειν κατὰ τοῦ νῦν κρινομένου; πότερʼ ἡ τῆς βουλῆς ἀπόφασις, ἐὰν μὲν ἡμεῖς οἱ κατήγοροι δέκα ὄντες τὸ ὕδωρ ἀναλώσωμεν ἅπαν καὶ ἀναβοήσωμεν ὡς δεινόν ἐστιν ἀφεῖσθαι τοὺς εἰλημμένους ἔχοντας ἐπʼ αὐτοφώρῳ δῶρα κατὰ τῆς πατρίδος, ἀληθὴς καὶ δικαία ἔσται ἡ κατʼ Ἀριστογείτονος4 [ἀπόφασις]·
[难道是因为受审者的祖先、他本人的节制,以及他无论在私在公都为你们立下诸多功劳,就值得饶恕他吗?]因为你们还缺少什么了解,以至于需要倾听针对当下受审之人的言辞呢?究竟议事会的报告揭发,倘若一方面我们十位控告人耗尽全部水钟之水、高声疾呼那些被当场抓获收受背叛祖国贿赂的人若获赦免是何等可怕,对阿里斯托盖同的指控就会是真实而公正的吗?
- 1προσδοκητέα ἐστὶ καὶ ἀκοῦσαι καὶ ἰδεῖν
中性复数动形词作谓语 προσδοκητέα ἐστί 与中性复数主语 πάντʼ 搭配,并由说明性/限制性不定式 ἀκοῦσαι 与 ἰδεῖν 作进一步界定,意为“听闻与目睹的一切皆当预料”。
- 2οὐκ ἐξὸν αὐτῷ
由无人称动词 ἔξεστι 的中性单数宾格分词构成的独立宾格(accusative absolute),表示让步或附带情状:“尽管依法并不允许他如此”。
- 2τῇ δὲ βουλῇ τὸ δόξαι ψευδῆ κατʼ Ἀριστογείτονος ἀποφαίνειν καὶ τοῦτον ἐκείνης παρʼ ὑμῖν ὑποληφθῆναι δικαιότερα λέγειν τῶν αἰσχίστων καὶ δεινοτάτων ἐστίν.
句子主干为带冠词的不定式短语(τὸ δόξαι... 与 [τὸ] τοῦτον... ὑποληφθῆναι)作复合主语,述部为属格 τῶν αἰσχίστων καὶ δεινοτάτων ἐστίν(表所属的属格/部分属格,“属于最可耻、最可怕之事”)。开头的与格 τῇ βουλῇ 为关系/利益与格,强调“对议事会而言”。
- 6πότερʼ ἡ τῆς βουλῆς ἀπόφασις, ἐὰν μὲν ἡμεῖς οἱ κατήγοροι δέκα ὄντες τὸ ὕδωρ ἀναλώσωμεν ἅπαν καὶ ἀναβοήσωμεν ὡς δεινόν ἐστιν ἀφεῖσθαι τοὺς εἰλημμένους ἔχοντας ἐπʼ αὐτοφώρῳ δῶρα κατὰ τῆς πατρίδος, ἀληθὴς καὶ δικαία ἔσται ἡ κατʼ Ἀριστογείτονος
以选择疑问代词 πότερον 引出的修辞性反问句。主语与主动词 ἔσται 之间插入了条件从句(ἐὰν μὲν...),此处以高点(·)收束前半肢节(ἐὰν μὲν...),与之对比的后半肢节则接续于 §7。
