← 纳尔科斯

控告阿里斯托革同

§20-26

判处阿里斯托盖同死刑的诉求与先例

演说者敦促裁判官依据议事会与民众会的判决坚决对阿里斯托盖同判处死刑,强调若对受贿姑息不惩必将助长未来的腐化风气,并援引祖先严惩将波斯黄金带入希腊的异邦人阿尔特米奥斯之先例,要求作出严正判决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20

διὸ καὶ σωφρόνων ἐστὶ δικαστῶν,1 ὦ Ἀθηναῖοι, μήθʼ ὑμῖν αὐτοῖς ἐναντίαν ἐνεγκεῖν τὴν ψῆφον μήτε πᾶσι τοῖς ἄλλοις Ἀθηναίοις, ἀλλʼ ὁμοθυμαδὸν καταψηφισαμένους πάντας παραδοῦναι τοῖς ἐπὶ τοῦτο τεταγμένοις θανάτῳ ζημιῶσαι, καὶ μὴ προέσθαι καὶ μὴ προδοῦναι τὴν ὁσίαν καὶ τὴν εὔορκον ψῆφον, ἀναμνησθέντας ὅτι τούτου κατέγνωκεν ἡ βουλὴ δῶρα λαμβάνειν καθʼ ὑμῶν, τούτου κατέγνωκεν ὁ πατὴρ καὶ ζῶν καὶ τελευτήσας ἀδικεῖν ἑαυτόν, [καὶ] ἵνα τὸ πραότατον εἴπω τῶν ὀνομάτων, τούτου καταχειροτονήσας ὁ δῆμος παραδέδωκεν ὑμῖν τιμωρήσασθαι, οὗτος πολλὰ κακὰ διαπεπραγμένος ἐπὶ τοιούτοις εἴληπται πράγμασι νῦν ἀδικῶν, ἐφʼ οἷς αἰσχρόν ἐστιν ὑμῖν τοῖς δικάζουσιν ἀτιμώρητον ἐᾶσαι τοῦτον. τίνα γὰρ τρόπον, ὦ Ἀθηναῖοι, περὶ τῶν ἄλλων ἀποφάσεων οἴσετε τὴν ψῆφον; ἢ διὰ τίνας προφάσεις τῶν ἤδη κεκριμένων ἔσεσθε κατεψηφισμένοι;2 ἢ διὰ τί τὸ μὲν ἀποφαίνειν τὴν βουλὴν τοὺς εἰληφότας τὰ χρήματα φανεῖσθε σπουδάζοντες, τὸ δὲ τιμωρεῖσθαι τοὺς ἀποπεφασμένους ἐῶντες;

因此,雅典人啊,审慎的裁判官理当既不投下违背你们自己的选票,也不投下违背所有其他雅典人的选票,而是全体一致地判处他有罪,将他交移给负责执行的人处以死刑,并且绝不放弃、绝不背叛神圣而恪守誓言的判决;你们当牢记,议事会已认定此人收受了不利于你们的贿赂,他的父亲生前与临终时都认定此人虐待了自己,而且用最温和的措辞来说,民众已通过举手表决将此人定罪并移交给你们处治;此人屡作恶事,如今又在如此恶劣的行径中被抓现行,面对这些罪行,作为裁判官的你们若放任此人逍遥法外,实属可耻。雅典人啊,你们究竟要以何种方式对其他的告发案投下判决?或者你们将算是借由何种托词判处了此前已审结者有罪?又或者,为何你们表现得热衷于让议事会揭发收受金钱之人,却放任被揭发者不受惩罚呢?

§22

μὴ γὰρ ἰδίους τοὺς ἀγῶνας τούτους ὑπολάβητε εἶναι κατὰ τῶν νῦν ἀποπεφασμένων μόνων, ἀλλὰ κοινοὺς καὶ κατὰ τῶν ἄλλων ἀνθρώπων. δωροδοκία γὰρ καὶ προδοσία κρινομένη παρʼ ὑμῖν δυοῖν θάτερον ἐκ τοῦ λοιποῦ χρόνου ποιήσει τοὺς ἄλλους, ἢ χρήματα λαμβάνειν καθʼ ὑμῶν θαρροῦντας ὡς οὐ δώσοντας δίκην, ἢ φοβεῖσθαι τὸ λαμβάνειν ὡς τῆς τιμωρίας τοῖς ληφθεῖσιν ἀξίας γενησομένης τῶν ἀδικημάτων.

因为你们切莫以为这些诉讼仅仅是针对如今被揭发的这些人的私事,而是关乎所有其他人的共同大事。在你们面前审判受贿与背叛之罪,在今后的日子里必将使其他人产生两种截然不同的后果之一:要么自恃不会受到惩罚而壮起胆子收受不利于你们的金钱,要么深信被捕者必将受到与其罪行相称的严惩而对受贿心生畏惧。

§23

οὐκ ἴσθʼ, ὅτι καὶ νῦν ὁ φόβος ὁ παρʼ ὑμῶν τοὺς ὁρμῶντας ἐπὶ τὰ καθʼ ὑμῶν ἥκοντα χρήματα [νῦν] ἀνείργει καὶ ποιεῖ πολλάκις ἀπὸ τοῦ λήμματος ἀποστρέφειν; καὶ τὸ ψήφισμα τοῦ δήμου, τὸ ζητεῖν τὴν βουλὴν περὶ τούτων τῶν χρημάτων προστάττον, οὐδὲ τοὺς κεκομικότας τὸ χρυσίον εἰς τὴν χώραν ὁμολογεῖν πεποίηκε;

难道你们不知晓,正是由于对你们的敬畏,至今仍在遏制着那些趋附不利于你们而运抵的金钱之人,并屡屡使他们收手远离赃款吗?民众责成议事会调查这笔金钱的法令,难道不正是迫使连将黄金带入我国的人也不得不承认罪责吗?

§24

καλῶς γάρ, ὦ Ἀθηναῖοι, καλῶς οἱ πρόγονοι περὶ τούτων ψηφισάμενοι στήλην εἰς ἀκρόπολιν ἀνήνεγκαν, ὅτε φασὶν Ἄρθμιον τὸν Πυθώνακτος τὸν Ζελείτην κομίσαι τὸ χρυσίον ἐκ Μήδων ἐπὶ διαφθορᾷ τῶν Ἑλλήνων. πρὶν γὰρ λαβεῖν τινας καὶ δοῦναι τοῦ τρόπου πεῖραν, φυγὴν τοῦ κομίσαντος τὸ χρυσίον καταγνόντες, ἐξήλασαν αὐτὸν ἐξ ἁπάσης τῆς χώρας. καὶ ταῦθʼ, ὥσπερ εἶπον, εἰς τὴν ἀκρόπολιν εἰς στήλην χαλκῆν γράψαντες ἀνέθεσαν, παράδειγμα ὑμῖν τοῖς ἐπιγιγνομένοις καθιστάντες, καὶ νομίζοντες τὸν ὁπωσοῦν χρήματα λαμβάνοντα οὐχ ὑπὲρ τῆς πόλεως ἀλλʼ ὑπὲρ τῶν διδόντων βουλεύεσθαι.

雅典人啊,我们的祖先就此类事宜作出的决议极为英明,并在卫城上立下了石碑——据传当时泽雷亚人皮托纳克斯之子阿尔特米奥斯从美狄亚运来黄金,企图收买腐化希腊人。祖先们尚未等任何人收下黄金并暴露出其品性之前,便对携金入境之人判处流放,并将其驱逐出整个国土。正如我所言,他们将这些决议刻在铜碑上供奉于卫城,为身为后继者的你们树立榜样,并认定凡以任何方式收受金钱者,其筹谋绝非为了城邦,而是为了行贿之人的利益。

§25

καὶ μόνῳ τούτῳ προσέγραψαν τὴν αἰτίαν διʼ ἣν ὁ δῆμος ἐξέβαλεν αὐτὸν ἐκ τῆς πόλεως, γράψαντες διαρρήδην· Ἄρθμιον τὸν Πυθώνακτος τὸν Ζελείτην πολέμιον εἶναι τοῦ δήμου καὶ τῶν συμμάχων, αὐτὸν καὶ γένος, καὶ φεύγειν Ἀθήνας ὅτι τὸν ἐκ Μήδων χρυσὸν ἤγαγεν εἰς Πελοπόννησον. καίτοι εἰ τὸν ἐν Πελοποννήσῳ χρυσὸν ὁ δῆμος πολλῶν κακῶν αἴτιον ἡγεῖτο τοῖς Ἕλλησιν εἶναι, πῶς χρὴ ῥᾳθύμως ἔχειν ὁρῶντας ἐν αὐτῇ τῇ πόλει δωροδοκίαν γιγνομένην; καί μοι σκοπεῖτε ταύτην τὴν στήλην.

唯独对此人,他们附刻了民众将其驱逐出境的原因,明文写道:“泽雷亚人皮托纳克斯之子阿尔特米奥斯及其家族,为民众与盟友之敌,当被逐出雅典,因其将美狄亚的黄金引入伯罗奔尼撒。”然而,若民众认定连留在伯罗奔尼撒的黄金都会成为希腊人诸多祸患的根源,那么当亲眼目睹受贿之事就发生在城邦内部时,又怎能等闲视之?请为我审视这块碑铭。

§26

Στήλη καίτοι, ὦ Ἀθηναῖοι, τί ἂν οἴεσθʼ ἐκείνους τοὺς ἄνδρας ποιῆσαι λαβόντας ἢ στρατηγὸν ἢ ῥήτορα πολίτην ἑαυτῶν δῶρα δεχόμενον ἐπὶ τοῖς τῆς πατρίδος συμφέρουσιν,3 οἳ τὸν ἀλλότριον καὶ τῷ γένει καὶ τῇ φύσει τῆς Ἑλλάδος ἄνθρωπον οὕτω δικαίως καὶ σωφρόνως ἐξήλασαν [ἐκ Πελοποννήσου πάσης]; τοιγάρτοι τῆς πόλεως καὶ τῶν προγόνων ἀξίως ἐκινδύνευσαν πρὸς τὸν βάρβαρον.

碑铭 雅典人啊,那些将无论血统还是本性都与希腊格格不入之外人如此公正审慎地驱逐出境的先贤,倘若抓获了本邦收受贿赂而危害祖国利益的将军或演说家,你们以为他们会做出何等处置呢?正是因此,他们才得以无愧于城邦与先祖,舍身抵御异族蛮邦。

语法注3 条
  1. 20σωφρόνων ἐστὶ δικαστῶν

    表特征或职责的谓语性属格,意为“是审慎的裁判官的本分/职责”。其后的不定式短语(μήθʼ ... ἐνεγκεῖν等)构成句子的实际主语。后文的分词 καταψηφισαμένους 和 ἀναμνησθέντας 采用宾格,是因为它们与不定式的逻辑主语(即裁判官自身)保持一致。

  2. 21τῶν ἤδη κεκριμένων ἔσεσθε κατεψηφισμένοι

    由 εἰμί 的将来时与完成时分词构成的迂回将来完成时(具有主动/中动态含义),支配属格宾语 τῶν ἤδη κεκριμένων(“已判决之人”)。意为“你们将凭借何种托词处于已对那些受审之人判决有罪的状态”,指出若如今放过被告,此前所作的定罪判决将自相矛盾。

  3. 26ἐπὶ τοῖς τῆς πατρίδος συμφέρουσιν

    前置词 ἐπί 接与格,在此表示不利或以牺牲某事物为代价(“以损害/牺牲祖国利益为条件”)。在语境中明确揭示了以城邦公益换取个人私利的受贿叛国实质。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0029.tlg005.humanitext-grc2:20-26