- 底本
- Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0029.tlg004.humanitext-grc2:93-100
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指责德摩斯梯尼未曾为城邦做出任何实质贡献,反而反复无常并捏造指控,敦促陪审官遵照神谕的告诫,惩处这名受贿的败类。
τίς οὕτως εὔελπις ὑμῶν ἐστιν, ὦ Ἀθηναῖοι, τίς οὕτως ἀλόγιστος, τίς τῶν προγεγενημένων καὶ νῦν ἐνεστηκότων πραγμάτων ἄπειρος, ὅστις ἐλπίζει τὸν ἐκ τοσαύτης εὐδαιμονίας εἰς τοσαύτην ἀδοξίαν καταστήσαντα τὴν πόλιν, διʼ ἡντιναδήποτε αἰτίαν ἢ τύχην — ἐῶ γὰρ τοῦτο — νῦν, ἐπειδὴ πρὸς ταῖς ἄλλαις ἀπορίαις καὶ τοῖς περιεστηκόσιν ἡμᾶς κινδύνοις καὶ ἡ τῶν ἐξ αὐτῆς τῆς πόλεως δωροδοκία προσγέγονε, καὶ περὶ αἰσχρᾶς αἰτίας κοινῇ πάντες ἀγωνιζόμεθα καὶ περὶ τοῦ μὴ δοκεῖν τὰ ἰδίᾳ παρά τισιν ὄντα χρήματα κοινῇ τὸν δῆμον ἔχειν, τηνικαῦτα συμβουλεύοντα καὶ διοικοῦντα τοῦτον σώσειν ὑμᾶς;
雅典人啊,你们之中有谁如此盲目乐观,有谁如此轻率无谋,有谁对过去的经历和眼前的局势如此缺乏经验,竟会指望将城邦从极度的繁荣带入极度的耻辱之境的这个人——无论出于何种缘由或命运,因为对此我暂且略过不谈——如今在除其他困境和困扰我们的危险之外,城邦内部之人收受贿赂之事又随之发生,我们所有人共同面对可耻的指控、共同奋力免使民众整体被视为占有了少数人私藏的资金之时,能够在此关键时刻通过出谋划策和执掌国政来拯救你们?
ἐῶ γὰρ τἆλλα ὅσα μεταβαλλόμενος ἐν τοῖς πράγμασι καὶ δημηγορῶν οὐδὲν ὑγιὲς διατετέλεκε, καὶ τοτὲ μὲν γράφων καὶ ἀπαγορεύων μηδένα νομίζειν ἄλλον θεὸν ἢ τοὺς παραδεδομένους, τοτὲ δὲ λέγων ὡς οὐ δεῖ τὸν δῆμον ἀμφισβητεῖν τῶν ἐν τῷ οὐρανῷ τιμῶν Ἀλεξάνδρῳ, ὅταν δὲ μέλλῃ κριθήσεσθαι παρʼ ὑμῖν, Καλλιμέδοντα εἰσαγγέλλων συνιέναι ἐν Μεγάροις τοῖς φυγάσιν ἐπὶ καταλύσει τοῦ δήμου, καὶ ταύτην τὴν εἰσαγγελίαν εὐθὺς παραχρῆμα ἀναιρούμενος, ἐν δὲ τῇ ἐκκλησίᾳ ταύτῃ τῇ πρώην γεγενημένῃ προσάγων καὶ κατασκευάζων1 ψευδῆ μηνυτὴν ὡς ἐπιβουλευομένων τῶν νεωρίων, καὶ περὶ τούτων γράφων μὲν οὐδέν, αἰτίας δʼ ἕνεκα τοῦ παρόντος ἀγῶνος παρασκευάζων· τούτων γὰρ ἁπάντων ὑμεῖς τούτῳ μάρτυρές ἐστε. γόης οὗτος, ἄνδρες Ἀθηναῖοι, καὶ μιαρὸς ἄνθρωπός ἐστι, καὶ οὔτε τῷ γένει τῆς πόλεως πολίτης οὔτε τοῖς πεπολιτευμένοις αὐτῷ καὶ πεπραγμένοις.
因为对于他在公共事务中前后反复、向民众演说却从未成就任何健全之事的其余诸事,我也略过不提:他一时提案并禁止人们承认除祖传诸神之外的任何神祇,一时又宣称民众不应与亚历山大争夺天界的神圣荣耀;每当他行将在你们面前受审之时,便提出弹劾指控卡利梅东在墨伽拉与流亡者勾结以图推翻民主政体,随即又当场撤回这一弹劾;而在前不久举行的这次公民大会上,他又引出并捏造一个虚假的告发者,声称造船厂正遭人密谋破坏,然而关于此事他未提出任何提案,纯粹是为眼前的这场审判制造口实。对于这一切,你们自己就是针对他的见证人。雅典诸公,此人是个骗子和污秽之徒,无论是从城邦的血统而言,还是从他的政治经历与所作所为而言,他都不配为公民。
ποῖαι γὰρ τριήρεις εἰσὶ κατεσκευασμέναι διὰ τοῦτον, ὥσπερ ἐπὶ Εὐβούλου, τῇ πόλει; ἢ ποῖοι νεώσοικοι τούτου πολιτευομένου γεγόνασι; πότε οὗτος ἢ διὰ ψηφίσματος ἢ νόμου ἐπηνώρθωσε τὸ ἱππικόν; τίνα κατεσκεύασε δύναμιν τοιούτων καιρῶν παραγενομένων μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην, ἢ πεζὴν ἢ ναυτικήν; τίς ἀνενήνεκται τῇ θεῷ κόσμος εἰς ἀκρόπολιν ὑπὸ τούτου; τί κατεσκεύακεν οἰκοδόμημα Δημοσθένης ἐν τῷ ἐμπορίῳ τῷ ὑμετέρῳ ἢ ἐν τῷ ἄστει ἢ ἄλλοθί που τῆς χώρας; οὐδεὶς ἂν οὐδαμοῦ δείξειεν.
因为通过此人的作为,究竟为城邦建造了怎样的三列桨座战船,正如欧布洛斯时代那样?抑或在他执政期间建成了怎样的船坞?他何时曾通过法令或法律整顿过骑兵?在喀罗尼亚战役之后面临如此紧要关头之时,他又装备了何种步兵或海军军力?此人向女神在卫城上奉献了何种供物?德摩斯梯尼在诸位的外港商埠、在城区或在城邦领土的任何其他地方建造了何种建筑?绝无任何人能在任何地方指出来。
ἔπειτα τὸν ἐν μὲν ταῖς πολεμικαῖς πράξεσιν ἄπιστον γεγενημένον, ἐν δὲ ταῖς κατὰ τὴν πόλιν οἰκονομίαις ἄχρηστον, περιεορακότα δὲ τοὺς ἀντιπολιτευομένους ἅπαντα διαπεπραγμένους2 ὅσʼ ἐβουλήθησαν, μεταβεβλημένον δʼ αὐτὸν καὶ τὰς ὑπὲρ τοῦ δήμου πράξεις ἐγκαταλελοιπότα, τοῦτον περιποιῆσαι βουλήσεσθε;
那么,对于这个在战事中证明为不可信赖、在城邦政务中毫无用处、坐视政敌肆意达成一切企图、自身反复无常并放弃了为民众效力的行事的人,你们难道还要保全他吗?
οὐκ, ἐὰν σωφρονῆτε καὶ καλῶς καὶ ὑπὲρ ὑμῶν αὐτῶν καὶ τῆς πόλεως βουλεύησθε· ἀλλὰ δέξεσθε τὴν ἀγαθὴν τύχην, ἣ τιμωρήσασθαι παρέδωκε τῶν ῥητόρων τοὺς τὴν πόλιν διὰ τὴν αὑτῶν δωροδοκίαν ταπεινὴν πεποιηκότας, καὶ φυλάξεσθε, καθάπερ οἱ θεοὶ προειρήκασιν ὑμῖν ἐν ταῖς μαντείαις πολλάκις, τοὺς τοιούτους ἡγεμόνας καὶ συμβούλους. ἀκούσατε δʼ αὐτῆς τῆς μαντείας. λέγε τὴν μαντείαν.
如果你们头脑清醒,并能为你们自己和城邦深谋远虑,绝不会如此;相反,你们当顺应这赐予你们惩处那些因自身受贿而使城邦蒙羞的演说家的良机,并遵照诸神在神谕中多次向你们预先告诫的那样,防范此等领袖与谋士。请听神谕本身。朗读神谕。
Μαντεία πῶς οὖν μίαν γνώμην ἕξομεν, ὦ Ἀθηναῖοι; πῶς ὁμονοήσομεν ἅπαντες ὑπὲρ τῶν κοινῇ συμφερόντων, ὅταν οἱ ἡγεμόνες καὶ οἱ δημαγωγοὶ χρήματα λαμβάνοντες προϊῶνται τὰ τῆς πατρίδος συμφέροντα, καὶ ὑμεῖς μὲν καὶ ὁ δῆμος ἅπας κινδυνεύῃ περὶ τοῦ ἐδάφους τοῦ τῆς πόλεως καὶ τῶν ἱερῶν τῶν πατρῴων καὶ παίδων καὶ γυναικῶν, οἱ δὲ διηλλαγμένοι πρὸς αὐτοὺς ἐν μὲν ταῖς ἐκκλησίαις λοιδορῶνται καὶ προσκρούωσιν ἀλλήλοις ἐξεπίτηδες, ἰδίᾳ δὲ ταὐτὰ πράττωσιν ἐξαπατῶντες ὑμᾶς τοὺς ῥᾷστα πειθομένους τοῖς τούτων λόγοις;
神谕 那么,雅典人啊,当领袖和煽动家们收取贿赂、出卖祖国的利益,当你们和全体民众因城邦的寸土、祖传的圣所、子女与妻子而身处险境,而那些与他们结成勾结之人却在公民大会上故意互相辱骂和冲突、私下里却同流合污欺骗极易听信他们谎言的你们时,我们又怎能心意相通、怎能在共同利益上团结一致呢?
τί γάρ ἐστι ῥήτορος δημοτικοῦ καὶ μισοῦντος τοὺς κατὰ τῆς πόλεως λέγοντας καὶ γράφοντας; ἢ τί φασι τοὺς πρὸ ὑμῶν γεγενημένους, ὦ Δημόσθενες καὶ Πολύευκτε, διατελεῖν ποιοῦντας; καὶ ταῦτʼ οὐδενὸς δεινοῦ τότε τὴν πόλιν περιεστηκότος. οὐ κρίνειν ἀλλήλους; οὐκ εἰσαγγέλλειν; οὐ γράφεσθαι παρανόμων; ἔστιν οὖν ὅ τι πεποιήκατε τούτων ὑμεῖς οἱ φάσκοντες τοῦ δήμου κήδεσθαι καὶ τὴν σωτηρίαν ὑμῖν ἐν τῇ τούτων εἶναι ψήφῳ;
因为一位热爱民主、憎恨那些发表不利于城邦的言论和提案之人的演说家,其本分究竟为何?或者说,人们传说你们的前辈在过去持续做些什么呢,德摩斯梯尼和波吕欧克托斯啊——而且那时城邦并未面临任何危局?难道不就是互相审判、互相弹劾、就违宪提案提起公诉吗?那么,自称关怀民众、口称自身的存亡全系于民众选票的你们,可曾做过这其中的任何一件事吗?
- 94ἐῶ γὰρ τἆλλα ὅσα μεταβαλλόμενος ἐν τοῖς πράγμασι καὶ δημηγορῶν οὐδὲν ὑγιὲς διατετέλεκε, καὶ τοτὲ μὲν γράφων καὶ ἀπαγορεύων ... τοτὲ δὲ λέγων ... ὅταν δὲ μέλλῃ κριθήσεσθαι ... εἰσαγγέλλων ... καὶ ταύτην τὴν εἰσαγγελίαν εὐθὺς παραχρῆμα ἀναιρούμενος, ἐν δὲ τῇ ἐκκλησίᾳ ... προσάγων καὶ κατασκευάζων ...
通过修辞上的“略过法(praeteritio)”展开的长句构造。紧随主句动词 ἐῶ(我略过不提)及其宾语 τἆλλα ὅσα(其余一切……之事),一系列分词短语(γράφων, λέγων, εἰσαγγέλλων, ἀναιρούμενος, προσάγων, κατασκευάζων)在没有独立主要动词的情况下层叠列举,最终由 τούτων γὰρ ἁπάντων ὑμεῖς τούτῳ μάρτυρές ἐστε(关于这一切你们自己就是见证人)加以总结收束。
- 97περιεορακότα δὲ τοὺς ἀντιπολιτευομένους ἅπαντα διαπεπραγμένους
περιεορακότα 是 περιοράω(忽视、坐视、听任)的完成时主动态分词,后接补充性分词 διαπεπραγμένους(διαπράσσω 的完成时分词,在此作主动态意义“完成了”),构成“坐视政敌达成了[一切]”的句式。
- 93ὅστις ἐλπίζει τὸν ἐκ τοσαύτης εὐδαιμονίας εἰς τοσαύτην ἀδοξίαν καταστήσαντα τὴν πόλιν, διʼ ἡντιναδήποτε αἰτίαν ἢ τύχην — ἐῶ γὰρ τοῦτο — νῦν, ἐπειδὴ πρὸς ταῖς ἄλλαις ἀπορίαις καὶ τοῖς περιεστηκόσιν ἡμᾶς κινδύνοις καὶ ἡ τῶν ἐξ αὐτῆς τῆς πόλεως δωροδοκία προσγέγονε, καὶ περὶ αἰσχρᾶς αἰτίας κοινῇ πάντες ἀγωνιζόμεθα καὶ περὶ τοῦ μὴ δοκεῖν τὰ ἰδίᾳ παρά τισιν ὄντα χρήματα κοινῇ τὸν δῆμον ἔχειν, τηνικαῦτα συμβουλεύοντα καὶ διοικοῦντα τοῦτον σώσειν ὑμᾶς;
在由关系代名词 ὅστις 引导的从句中,构成了一个长大的宾格不定式结构(主语:τοῦτον,不定式:σώσειν,宾语:ὑμᾶς)。前置的分词短语 τὸν ... καταστήσαντα τὴν πόλιν 在语义上指代 τοῦτον,因中间插入了插入语(διʼ ἡντιναδήποτε...)以及由 ἐπειδή 引导的时间从句,故在后方通过 τηνικαῦτα(彼时)和指示代词 τοῦτον 重新复指并确立不定式的核心框架。
未在正文中定位
