- 底本
- Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0029.tlg004.humanitext-grc2:101-108
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者揭露德摩斯梯尼过去从未就德玛得斯的违法行径提起控告,谴责他不顾议事会报告而妄图辩白无罪的无耻行径。他进而敦促一千五百名审判官切勿被乞怜所蒙蔽,当为城邦的正义与安宁作出严厉的定罪裁决。
γέγραψαι ψήφισμα,1 Δημόσθενες, πολλῶν ὄντων καὶ δεινῶν παρανόμων ὧν Δημάδης γέγραφε; κεκώλυκας τινὰ πρᾶξιν ὧν ἐκεῖνος προελόμενος κατὰ τοῦ δήμου πεπολίτευται; οὐδʼ ἡντινοῦν. εἰσήγγελκας τὸν παρὰ τὰ τοῦ δήμου ψηφίσματα καὶ τοὺς νόμους πολλὰ διαπεπραγμένον; οὐδεπώποτε, ἀλλὰ περιεῖδες αὐτὸν ἐν τῇ ἀγορᾷ χαλκοῦν σταθέντα καὶ τῆς ἐν πρυτανείῳ σιτήσεως κεκοινωνηκότα τοῖς Ἁρμοδίου καὶ Ἀριστογείτονος ἀπογόνοις.
德摩斯梯尼啊,在德玛得斯起草了如此之多骇人听闻的违法决议之时,你可曾就某项决议提起过违宪诉讼?在他存心危害民众而施行的政务中,你可曾阻止过哪怕一件?一件也未曾阻止。对于屡屡违反民众决议和法律的那个家伙,你可曾提出过弹劾指控?一次也未曾有过;相反,你却眼睁睁看着他在广场上树立起青铜雕像,与哈尔摩狄奥斯和阿里斯托革顿的后裔一同在市政厅享用公宴。
ἔπειτα ποῦ τῆς εὐνοίας τῆς σῆς ὁ δῆμος ἔλαβε πεῖραν, ἢ ποῦ τὴν τοῦ ῥήτορος βοήθειαν καὶ δύναμιν ἐξεταζομένην εἴδομεν; ἢ ἐνταῦθα φήσετʼ εἶναι δεινοί, εἰ παρακρούεσθε τούτους ἀεὶ λέγοντες ὡς οὐκ ἔστιν ἔξω τῆς πατρίδος ὑμῖν ἐξελθεῖν, οὐκ ἔστιν ἄλλη καταφυγὴ χωρὶς τῆς ἡμετέρας εὐνοίας; φανεροὺς ἐχρῆν γεγενημένους ἀντιπράττοντας καὶ λόγῳ καὶ ἔργῳ τοῖς κατὰ τοῦ δήμου γραφομένοις ψηφίσμασιν, οὕτω πείθειν2 τούτους λέγοντας ὡς οὐκ ἔστιν ὑμῖν οὐδεμία σωτηρία χωρὶς τῆς παρὰ τοῦ δήμου βοηθείας.
那么,民众究竟在哪里领教过你的善意,抑或我们在哪里见过这位演说家的臂助与才能受过检验?难道诸位竟敢宣称在这点上高人一等:如果你们始终对这些审判官谎称,你们不可能流亡祖国之外,除了我们的善意之外别无避难所?你们本应当言行一致地公然反对那些不利于民众的决议提案,然后以此方式向他们陈说、让他们相信:除民众的援助之外,你们绝无任何生路。
ὑμεῖς δʼ ἐν τοῖς ἔξω τὰς ἐλπίδας ἔχετε, ἁμιλλώμενοι ταῖς κολακείαις πρὸς τοὺς ὁμολογοῦντας ὑπὲρ Ἀλεξάνδρου πράττειν καὶ δῶρʼ εἰληφέναι παρὰ τῶν αὐτῶν ὧνπερ νῦν ἀποπέφαγκεν ὑμᾶς ἡ βουλή, καὶ σύ, πάντων ἐναντίον τῶν Ἑλλήνων διειλεγμένος Νικάνορι καὶ κεχρηματικὼς [ἐν Ὀλυμπίᾳ] περὶ ὧν ἐβουλήθης, ἐλεεινὸν νῦν σεαυτὸν κατασκευάζεις προδότης ὢν καὶ δωροδόκος, ὡς ἐπιλησομένους τούτους τῆς σῆς πονηρίας, καὶ οὐ δώσων δίκην ὑπὲρ ὧν εἴληψαι πεποιηκώς, τοσούτῳ τολμηρότερον Δημάδου,3 ὥσθʼ ὁ μὲν προειρηκὼς ἐν τῷ δήμῳ τὸν αὑτοῦ τρόπον καὶ τὴν ἀπόνοιαν, καὶ ὁμολογῶν λαμβάνειν καὶ λήψεσθαι, ὅμως οὐ τετόλμηκε τούτοις δεῖξαι τὸ πρόσωπον, οὐδʼ ἐναντία τῇ βουλῆς ἀποφάσει λέγειν ἠξίωσε — καίτοι οὐκ ἔγραψεν ἐκεῖνος περὶ αὑτοῦ κυρίαν εἶναι τὴν βουλήν, οὐδὲ θάνατον ὡρίσατο, ἐὰν ἀποφανθῇ χρήματʼ εἰληφώς — σὺ δʼ οὕτω σφόδρα πεπίστευκας τοῖς σεαυτοῦ λόγοις καὶ καταπεφρόνηκας τῆς τούτων εὐηθείας, ὥστε πείσειν οἴει τοὺς δικαστὰς ὡς μόνου σοῦ κατέψευσται τὸ συνέδριον καὶ μόνον οὐκ εἰληφότα σε τὸ χρυσίον ἀποπέφαγκεν. καὶ τίς ἂν ταῦτα πεισθείη;
然而,你们却将希望寄托于外邦人,与那些公然承认是在为亚历山大效力、且从议事会如今指控你们〔受贿〕的同一批人手中收受了贿赂之人竞相谄媚;而你自己,在全体希腊人面前与尼卡诺尔会谈,就你所企图的交易进行了谈判,如今身负叛国与受贿之罪,却装出一副可怜相,仿佛这些人会忘却你的邪恶,仿佛你不会为你被当场查实的行径受到惩罚似的。你竟比德玛得斯更大胆得多,以至于那个家伙虽然事先在民众面前挑明了自己的性情与狂妄,坦承自己受贿且今后仍将受贿,却仍不敢在这批审判官面前露面,亦不敢违抗议事会的报告开口辩驳——尽管他并未提案赋予议事会对自身的最终裁决权,亦未在报告查明自己受贿时为自己定下死刑——而你却如此迷信自己的雄辩,如此蔑视这些人的朴实,竟以为能说服审判官相信:议事会唯独对你一人捏造谎言,唯独对未曾收受黄金的你一人提出了指控。然而又有谁会相信这种事呢?
ὁρᾶτε, ὦ Ἀθηναῖοι, τί μέλλετε ποιεῖν. παρειλήφατε παρὰ τοῦ δήμου τὸ πρᾶγμα, τὸ γεγενημένον εἰδότος, τιμωρίας δʼ ἕνεκα τῆς κατὰ τῶν ἐνόχων ὄντων ταῖς ἀποφάσεσι Δημοσθένης εἰσάγεται πρῶτος. κατηγορήκαμεν ἡμεῖς, οὐδὲν οὐδενὶ καταχαρισάμενοι τῶν κοινῶν δικαίων.
雅典人啊,审视一下你们将要采取的行动吧。你们是从深知原委的民众手中接过了此案,而为了对那些受到调查报告指控的人施以惩处,德摩斯梯尼被第一个押上了法庭。我们已经提出了控告,未因任何人的私情而牺牲公众的正义。
πότερʼ ἀμελήσαντες τῶν γεγενημένων ἁπάντων ἀφήσετε τὸν πρῶτον εἰσεληλυθότα πρὸς ὑμᾶς, καὶ τὰ δίκαια [τὰ] παρὰ τῷ δήμῳ καὶ τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου δόξαντʼ εἶναι καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις, ταῦθʼ ὑμεῖς οἱ κύριοι πάντων λύσετε, καὶ τὴν πονηρίαν αὐτοὶ τὴν τούτων ἀναδέξεσθε;
你们难道要对所有已然发生的事实置之不顾,放过这进入法庭的第一人,而你们作为万事的主宰者,难道要废弃民众、战神山议事会以及全人类都视为公正的法则,自愿承担这帮恶徒的罪孽吗?
ἢ πᾶσιν ἀνθρώποις παράδειγμα ἐξοίσετε κοινὸν ὑπὲρ τῆς πόλεως, ὅτι μισεῖτε τοὺς προδότας καὶ τοὺς χρημάτων ἕνεκα προϊεμένους τὰ τοῦ δήμου συμφέροντα; ταῦτα γὰρ ἅπαντʼ ἐστὶν ἐφʼ ὑμῖν νῦν, καὶ πεντακόσιοι καὶ χίλιοι ὄντες τὴν ἁπάσης τῆς πόλεως σωτηρίαν ἐν ταῖς χερσὶν ἔχετε, καὶ ἡ τήμερον ἡμέρα καὶ ἡ ὑμετέρα ψῆφος πολλὴν ἀσφάλειαν τῇ πόλει καταστήσει τὰ δίκαια ὑμῶν ἐθελόντων κρίνειν, ἢ μοχθηρὰς ἐλπίδας ποιήσετε πάντας ἔχειν τοιαῦθʼ ὑμῶν ἔθη καθιστάντων.
抑或你们要为了城邦向全人类树立一个共同的楷模,表明你们憎恨叛徒和为了金钱而出卖民众利益之徒?因为这一切如今都全凭你们决断,作为一千五百名审判官,你们将整个城邦的安危掌握在自己手中;如果你们愿意秉公裁决,今天这日子和你们的选票将为城邦确立坚实的安宁,或者如果你们树立起如此恶劣的风气,你们将使所有人怀抱绝望的心情。
οὐ καταπληκτέον ἐστίν, ἄνδρες Ἀθηναῖοι, οὐδὲ προετέον,4 ἐὰν σωφρονῆτε, τοῖς Δημοσθένους ἐλέοις τὴν κοινὴν καὶ δικαίαν ὑπὲρ τῆς πόλεως ἀπολογίαν. οὐδεὶς γὰρ ὑμῶν ἠνάγκαζε τοῦτον τὰ μὴ προσήκοντα χρήματα λαμβάνειν καθʼ ὑμῶν, πολλῷ πλείω τῶν ἱκανῶν διʼ ὑμᾶς ἕτερα κεκτημένον, οὐδʼ ἀπολογεῖσθαι νῦν ὑπὲρ τῶν ὡμολογημένων ἀδικημάτων, γράψαντα καθʼ ἑαυτοῦ θάνατον τὴν ζημίαν· ἀλλʼ ἡ ἐκ τοῦ ἄλλου βίου ἔμφυτος αἰσχροκέρδεια καὶ πονηρία ταῦτʼ εἰς τὴν κεφαλὴν αὐτῷ τέτροφε.5
雅典诸公,如果你们保持清醒,决不可被惊吓退缩,亦不可屈从于德摩斯梯尼的乞怜而放弃为了城邦的共同而公正的辩护。因为你们之中绝无任何人强迫他在不利于你们的情况下收取不当金钱——通过你们的恩赐,他早已拥有远超生活所需的财富——亦无人强迫他在亲自为自己定下死刑惩罚之后,如今再为公认的罪行进行辩白;相反,是他整个人生中与生俱来的贪婪与邪恶,将这灾祸引到了他自己的头上。
- 101γέγραψαι ψήφισμα
γέγραψαι 为中动态完成时,取法律诉讼短语 γραφὴν γράφεσθαι 之意,表示“就某项决议提起(违宪)公诉”,而非主动态的“起草/提案”。
- 102φανεροὺς ἐχρῆν γεγενημένους ... οὕτω πείθειν
非人称动词 ἐχρῆν 带不定式 πείθειν,宾格分词 φανεροὺς ... γεγενημένους 与不定式未明示的逻辑主语(“你们”)一致,整个句式带有与过去事实相反的责备意味(“本应当在显露……之后,才去劝说”)。
- 104τοσούτῳ τολμηρότερον Δημάδου
τολμηρότερον 作状语性宾格(修饰或同格于句中动作),与表示差异程度的与格 τοσούτῳ 及比较属格 Δημάδου 搭配,引出后文的 ὥστε 结果从句。
- 108οὐ καταπληκτέον ἐστίν ... οὐδὲ προετέον
以 -τέον 结尾的中性单数非人称动词形容词,表示义务或必要(“绝不可畏缩……亦不可放弃”)。προετέον 源自 προΐημι,支配宾格补足语 τὴν ... ἀπολογίαν 与与格 τοῖς ... ἐλέοις。
- 108εἰς τὴν κεφαλὴν αὐτῷ τέτροφε
τέτροφε 为动词 τρέπω 的主动完成时形式(古典散文中常见形式)。短语 εἰς τὴν κεφαλήν τινι τρέπειν 为惯用表达,意为“将(灾祸)转向/引到某人自己的头上”。
