- 底本
- Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0029.tlg004.humanitext-grc2:85-92
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄纳尔库斯援引诸神与阿雷奥帕古斯议事会的判决权威,坚称德摩斯梯尼必须依其自身起草的法令受惩,并敦促陪审法官坚决铲除毁国害民的受贿之风,切勿受其伪善哀求的蒙蔽。
μή, ὦ Ἀθηναῖοι, μή· αἰσχρὸν γὰρ καὶ δεινόν, ἑτέρους μὲν ὑπὸ τῶν Δημοσθένους ψηφισμάτων, οὐδὲν ὄντας τούτου χείρους οὐδὲ τοσαῦτʼ ἠδικηκότας ὅσαπερ οὗτος, ἀπολωλέναι, τουτονὶ δὲ καταφρονοῦντα ὑμῶν καὶ τῶν νόμων ἀτιμώρητον ἐν τῇ πόλει περιιέναι, αὐτὸν ὑφʼ ἑαυτοῦ καὶ τῶν ψηφισμάτων ὧν ἔγραψεν ἑαλωκότα. ταὐτὸ συνέδριον, ὦ Ἀθηναῖοι, καὶ ὁ αὐτὸς τόπος, καὶ ταὐτὰ δίκαια.
不行,雅典人啊,绝不行!因为这是可耻而骇人的:其他人因德摩斯梯尼的法令而丧生,而他们并不比他更恶劣,所犯下的不义也不如他严重;然而此人藐视你们和法律,即便被他自己和他所起草的法令定罪,却依然不受惩罚地在城邦中逍遥漫步。这是同一个议事会,雅典人啊,是同一个场所,也是同一种正义。
ὁ αὐτὸς ῥήτωρ ἐκείνοις τʼ αἴτιος ἐγένετο τῶν συμβάντων κακῶν καὶ αὑτῷ τῶν νῦν συμβησομένων. ἐπέτρεψεν [ὁ] αὐτὸς οὗτος ἐν τῷ δήμῳ τῷ συνεδρίῳ τούτῳ κρῖναι περὶ αὑτοῦ, μάρτυρας ὑμᾶς πεποιημένος. ἔθετο συνθήκας μετὰ τοῦ δήμου, γράψας τὸ ψήφισμα καθʼ ἑαυτοῦ παρὰ τὴν μητέρα τῶν θεῶν, ἣ πάντων τῶν ἐν τοῖς γράμμασι δικαίων φύλαξ τῇ πόλει καθέστηκε. διὸ καὶ οὐχ ὅσιον ὑμῖν ἐστὶ ταύτας ἀκύρους ποιεῖν, οὐδὲ τοὺς θεοὺς ὀμωμοκόσι περὶ ταύτης τῆς κρίσεως ταῖς αὐτῶν τῶν θεῶν πράξεσιν ἐναντίαν τὴν ψῆφον ἐνεγκεῖν.
正是同一位演说家,成为了降临在那些人身上的灾祸的原因,也成为了如今行将降临在他自身之上的灾祸的原因。此人在公民大会上当着你们这些见证人的面,亲自将裁决自身的权力托付给这个议事会。他在众神之母殿旁起草了针对自己的法令,与民众立约;而众神之母被确立为城邦一切见于文字的正义的守护者。因此,你们使之无效是不虔敬的,你们就这场审判向诸神宣誓之后,投下违背诸神自身作为的选票也是不虔敬的。
κρίσεως Ποσειδῶν ἀποτυχὼν τῆς ὑπὲρ Ἁλιρροθίου πρὸς Ἄρη γενομένης ἐνέμεινεν·1 ἐνέμειναν αὐταὶ αἱ σεμναὶ θεαὶ τῇ πρὸς Ὀρέστην ἐν τούτῳ τῷ συνεδρίῳ κρίσει γενομένῃ καὶ τῇ τούτου ἀληθείᾳ συνοίκους ἑαυτὰς εἰς τὸν λοιπὸν χρόνον κατέστησαν. ὑμεῖς δὲ τί ποιήσετε οἱ πάντων εἶναι φάσκοντες εὐσεβέστατοι; τὴν τοῦ συνεδρίου γνώμην ἄκυρον καταστήσετε τῇ Δημοσθένους ἐπακολουθήσαντες πονηρίᾳ; οὐκ, ἐὰν σωφρονῆτε, ὦ Ἀθηναῖοι·
波塞冬在因哈利罗提奥斯而与阿瑞斯对簿的审判中败诉,但他遵从了判决;庄严的女神们自己在本议事会针对俄瑞斯忒斯进行的审判中也遵从了判决,并依据这一议事会的真实性,使自己成为此后世世代代与我们同住的邻人。而自称是全人类中最虔敬的你们,又将怎么做?难道你们要追随德摩斯梯尼的罪恶,使议事会的决议无效吗?雅典人啊,如果你们头脑清醒,绝不会如此!
οὐ γὰρ περὶ μικρῶν οὐδὲ τῶν τυχόντων ἐν τῇ τήμερον ἡμέρᾳ δικάζετε, ἀλλὰ περὶ σωτηρίας τῆς πόλεως ἁπάσης καὶ πρὸς τούτοις περὶ δωροδοκίας, ἔθους πονηροῦ καὶ πράγματος ἀλυσιτελοῦς ὑμῖν καὶ πάντας ἀνθρώπους ἀπολωλεκότος. ὃ εἰ μέν, καθʼ ὅσον ἐστὲ δυνατοί, ἐκβαλεῖτʼ ἐκ τῆς πόλεως καὶ παύσετε τοὺς ῥᾳδίως καθʼ ὑμῶν χρήματα λαμβάνοντας, σωθησόμεθα θεῶν βουλομένων· εἰ δʼ ἐπιτρέψετε τοῖς ῥήτορσι πωλεῖν ὑμᾶς αὐτούς, περιόψεσθε τὴν πόλιν ἀνατραπεῖσαν ὑπὸ τούτων.
因为诸位今日审判的并非微不足道或无关紧要之事,而是关乎整个城邦的存亡,此外更是关乎受贿之罪——这一恶劣的习气和对你们毫无益处的行径早已毁灭了全人类。如果你们尽己所能将这种风气逐出城邦,制止那些轻易收取金钱危害你们的人,只要诸神愿意,我们必将得救;但如果你们听任演说家们出卖你们自己,你们就将坐视城邦被这些人倾覆。
ἔγραψεν αὐτὸς ἐν τῷ δήμῳ Δημοσθένης, ὡς δηλονότι δικαίου τοῦ πράγματος ὄντος, φυλάττειν Ἀλεξάνδρῳ τὰ εἰς τὴν Ἀττικὴν ἀφικόμενα μετὰ Ἁρπάλου χρήματα. οὕτως οὖν, ὦ ἄριστε, εἰπέ μοι, φυλάξομεν, ἐὰν σὺ μὲν εἴκοσι τάλαντα λαβὼν ἔχῃς ἰδίᾳ, ἕτερος δὲ πεντεκαίδεκα, Δημάδης δʼ ἑξακισχιλίους χρυσοῦ στατῆρας, ἕτεροι δʼ ὅσα δή ποτε ἀποπεφασμένοι εἰσί; τέτταρα γὰρ τάλαντʼ ἐστὶ καὶ ἑξήκοντα ἤδη εὑρημένα, ὧν οἴεσθε τὴν αἰτίαν τούτοις δεῖν ἀναθεῖναι.2
德摩斯梯尼自己曾在公民大会上提案——显而易见因为那是公正之举——为亚历山大保管与哈尔帕罗斯一同抵达阿提卡的钱财。那么,我高贵的朋友,告诉我,如果你自己拿了二十塔兰同私吞,另一个人拿了十五塔兰同,德玛德斯拿了六千枚金斯塔特,其他人也各自拿走了被通报的数目,我们就这样保管吗?因为如今已经查明的就有六十四塔兰同,诸位认为应当将这笔钱的罪责归咎于这些人。
καὶ πότερα κάλλιόν ἐστι, πρὸς δὲ δικαιότερον, ἅπαντʼ ἐν τῷ κοινῷ φυλάττεσθαι, ἕως ἄν τι δίκαιον ὁ δῆμος βουλεύσηται, ἢ τοὺς ῥήτορας καὶ τῶν στρατηγῶν ἐνίους διηρπακότας ἔχειν; ἐγὼ μὲν γὰρ οἶμαι τὸ μὲν ἐν τῷ κοινῷ φυλάττειν παρὰ πάντων ὁμολογούμενον εἶναι δίκαιον, τὸ δὲ τούτους ἔχειν μηδένʼ ἂν εἰπεῖν ὡς ἔστι καλῶς ἔχον.
那么,是将一切钱财保存在公库中直到民众商讨出某种公正的决议更为体面、甚至更为正义,还是由演说家们和部分将领瓜分私占更为体面、甚至更为正义?就我而言,我认为保存在公库中是所有人公认的正义,而由这些人占有,绝不会有人说是正当的。
πολλοὺς οὗτος εἴρηκε καὶ παντοδαποὺς λόγους, ὦ ἄνδρες, καὶ οὐδεπώποτε τοὺς αὐτούς. ὁρᾷ γὰρ ὑμᾶς τὸν ἅπαντα χρόνον ἐλπίσι κεναῖς καὶ ψευδέσι λόγοις ἐξηπατημένους ὑφʼ ἑαυτοῦ, καὶ μέχρι τούτου μνημονεύοντας τὰς ὑποσχέσεις μέχρι ἂν ῥηθῶσιν. εἰ μὲν οὖν ἔτι δεῖ τὴν πόλιν τῆς Δημοσθένους πονηρίας καὶ ἀτυχίας ἀπολαύειν, ἵνα πλείω κακοδαιμονῶμεν — οὐ γὰρ ἔχω τί ἄλλο εἴπω —,στερκτέον ἂν εἴη τοῖς συμβαίνουσιν·3 εἰ δέ τι κηδόμεθα τῆς πατρίδος καὶ τοὺς πονηροὺς καὶ δωροδόκους μισοῦμεν καὶ μετοιωνίσασθαι τὴν τύχην καὶ μεταλλάξασθαι βουλόμεθα, οὐ προετέον ἐστὶν ὑμᾶς αὐτούς, ὦ Ἀθηναῖοι, ταῖς τοῦ μιαροῦ καὶ γόητος τούτου δεήσεσιν, οὐδὲ προσδεκτέον τοὺς οἴκτους καὶ τοὺς φενακισμοὺς τοὺς τούτου· ἱκανὴν γὰρ εἰλήφατε πεῖραν αὐτοῦ καὶ τῶν ἔργων καὶ τῶν λόγων καὶ τῆς τύχης.
诸公,此人发表过许多五花八门的演说,且从来前后不一;因为他看准了你们始终被他的空洞希望和谎言所蒙蔽,对承诺的记忆仅仅维持到话音刚落之时。因此,如果城邦仍必须品尝德摩斯梯尼的邪恶与厄运以至于遭受更大的不幸——因为我实在不知还能说什么——我们便只能甘受所发生的一切;但如果我们对祖国尚存关怀,憎恶邪恶与受贿之人,并渴望扭转运势使之向好,雅典人啊,你们就绝不能向这个污秽的骗子的恳求屈服,绝不能接纳他的哀诉与欺瞒;因为你们对此人及其行事、言辞和命运,早已领教得足够充分了。
- 87κρίσεως Ποσειδῶν ἀποτυχὼν τῆς ὑπὲρ Ἁλιρροθίου πρὸς Ἄρη γενομένης ἐνέμεινεν
κρίσεως 置于句首构成倒装(hyperbaton)以示强调。在句法上,它作分词 ἀποτυχών 的属格宾语(ἀποτυγχάνω 支配属格,意为“在……中败诉、失去”),而非直接由动词 ἐνέμεινεν 支配(后者常规支配与格,如下文紧邻的并列句中 τῇ ... κρίσει 所示)。
- 89ὧν οἴεσθε τὴν αἰτίαν τούτοις δεῖν ἀναθεῖναι
关系代词 ὧν 指代前文提及的“已查明的六十四塔兰同”(τέτταρα τάλαντʼ ... καὶ ἑξήκοντα),作名词短语 τὴν αἰτίαν 的宾格性属格(“关于这笔款项的责任”),并嵌入由主动词 οἴεσθε 统辖的 δεῖν + 不定词 ἀναθεῖναι 间接引语结构中。
- 91στερκτέον ἂν εἴη τοῖς συμβαίνουσιν
这是动词性形容词 στερκτέος(源自 στέργω,“甘受、安于”)中性单数的无人称结构,与带有 ἄν 的潜势希求法 εἴη 相结合,表达一种无可奈何或假定性的归结(“便只能甘受”)。与格短语 τοῖς συμβαίνουσιν 作其支配的补足语(“所发生之事”)。
