- 底本
- Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0029.tlg004.humanitext-grc2:77-84
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第纳尔库斯援引多多纳神谕以及德摩斯梯尼在喀罗尼亚战后的潜逃行径,指控其怯懦与贪腐,并要求陪审法官依照阿雷奥帕古斯议事会的定罪报告以及德摩斯梯尼自拟的法令对其严加惩处。
διόπερ, ὦ Ἀθηναῖοι, δεῖ ταῦθʼ ὑμᾶς ὁρῶντας καὶ λογιζομένους μὴ μὰ Δία τὸν πλείω χρόνον τῆς Δημοσθένους δωροδοκίας καὶ ἀτυχίας κοινωνεῖν, μηδʼ ἐν τούτῳ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, μηδʼ οἴεσθαι ἀπορήσειν ἀνδρῶν ἀγαθῶν καὶ συμβούλων σπουδαίων, ἀλλὰ τὴν τῶν προγόνων λαβόντας ὀργὴν τὸν ἐπʼ αὐτοφώρῳ κλέπτην εἰλημμένον καὶ προδότην, τὸν οὐκ ἀπεχόμενον τῶν εἰς τὴν πόλιν ἀφικνουμένων χρημάτων, τὸν εἰς τὰς δεινοτάτας ἀτυχίας ἐμβεβληκότα τὴν πόλιν, τὸν τῆς Ἑλλάδος ἀλιτήριον ἀποκτείναντας ἐξόριστον ἐκ τῆς πόλεως ποιῆσαι,1 καὶ μεταβαλέσθαι τὴν τῆς πόλεως τύχην ἐᾶσαι, καὶ προσδοκῆσαι τούτων γενομένων βέλτιον πράξειν.
因此,雅典人啊,看到并思考这些事实,凭宙斯起誓,你们绝不能再分担德摩斯梯尼的贿赂与厄运,绝不能将得救的希望寄托在此人身上,也绝不要以为会缺少优秀的人才和尽责的谋士。相反,你们应当秉承祖先的义愤,将这个当场被捕的盗贼和叛徒、这个对运抵城邦的钱财毫不自律者、这个将城邦推入极度不幸者、这个全希腊的祸害处死并放逐出境,容许城邦的命运发生转机,并指望在做到这些之后情势好转。
ἀκούσατε, ὦ Ἀθηναῖοι, κἀκείνου τοῦ ψηφίσματος τοῦ γραφέντος ὑπὸ Δημοσθένους, ὃ τεταραγμένης τῆς πόλεως μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην ἔγραψεν ὁ δημοτικὸς οὗτος, καὶ τῆς μαντείας τῆς ἐλθούσης ἐκ Δωδώνης παρὰ τοῦ Διὸς τοῦ Δωδωναίου· σαφῶς γὰρ ὑμῖν πάλαι προείρηκε φυλάττεσθαι τοὺς ἡγεμόνας καὶ τοὺς συμβούλους. λέγε τὴν μαντείαν πρῶτον.
雅典人啊,请听一听德摩斯梯尼起草的那份法令——这位平民领袖在喀罗尼亚战役之后城邦陷入动荡时所起草的法令,以及从多多纳求得的来自多多纳宙斯的神谕;因为神谕很久以前就明白告诫你们要提防领袖和谋士。先宣读神谕。
Μαντεία λέγε δὴ τὸ καλὸν ψήφισμα τούτου. Ψηφίσματος Μέρος δημοτικός γʼ ὁ διατάττων ἑαυτὸν μέν, ἐπειδὴ ἀνδρεῖος καὶ εὔψυχός ἐστιν, ἐν τοῖς ὅπλοις μένειν, οὓς δʼ ἂν οὗτος ἀποδοκιμάσῃ τῶν πολιτῶν, ἐπὶ τὰ ἔργα ἀπιέναι, καὶ ἐάν τι ἄλλο τούτῳ δόξῃ ἐπιτήδειον εἶναι, τοῦτο ποιεῖν. λέγε τὰ λοιπά.
神谕 现在请宣读他那份美妙的法令。 法令的一部分 真是个平民之友啊:他下令说,由于自己勇敢刚毅,他本人应当留守披甲服役;而凡被他审查淘汰的公民,则应当去服劳役,若他认为还有何事合宜,亦照此执行!宣读其余部分。
Τὸ Λοιπὸν τοῦ Ψηφίσματος ἀκούετε, ἄνδρες δικασταί. ἀπιέναι φησὶ τὸ ψήφισμα τὰς ᾑρημένας πρεσβείας. ἐπειδὴ γὰρ ἤκουσε μετὰ τὴν μάχην τὴν ἐν Χαιρωνείᾳ Φίλιππον εἰς τὴν χώραν ἡμῶν μέλλειν εἰσβάλλειν, αὐτὸς ἑαυτὸν πρεσβευτὴν κατασκευάσας, ἵνʼ ἐκ τῆς πόλεως ἀποδραίη, ᾤχετο συσκευασάμενος ἐκ τῆς διοικήσεως ὀκτὼ τάλαντα, οὐδὲν φροντίσας τῆς τότε παρούσης ἀπορίας, ἡνίχʼ οἱ ἄλλοι πάντες ἐκ τῶν ἰδίων ἐπεδίδοσαν εἰς τὴν ὑμετέραν σωτηρίαν.
法令的剩余部分审判官诸公,你们听到了。法令说已选出的使团应当出发。因为当他在喀罗尼亚战役后听说腓力即将入侵我们的国土,为了逃离城邦,他便将自己安插为使者,从财政公款中卷走了八塔兰同扬长而去,完全不顾当时面临的困厄,而在那时其他所有人都从私产中捐献出来以求拯救你们。
τοιοῦτος ὑμῖν ὁ σύμβουλος, καὶ δύο ταύτας μόνας ἐν τῷ βίῳ Δημοσθένης πεποίηται ἀποδημίας, μετὰ τὴν μάχην ὅτʼ ἀπεδίδρασκεν ἐκ τῆς πόλεως, καὶ νῦν εἰς Ὀλυμπίαν, ἐπεὶ Νικάνορι διὰ τῆς ἀρχεθεωρίας ἐντυχεῖν ἐβούλετο. ἄξιόν γε τούτῳ παρακαταθέσθαι τὴν πόλιν καὶ ἐπιτρέψαι κινδυνεύειν μέλλοντας, ὃς ὅτε μὲν ἔδει μάχεσθαι μετὰ τῶν ἄλλων τοῖς πολεμίοις, λιπὼν τὴν τάξιν ᾤχετο ἀπιὼν οἴκαδε, ἐπειδὴ δὲ προσῆκεν οἴκοι κινδυνεύειν μετὰ τῶν ἄλλων, πρεσβευτὴν αὐτὸς αὑτὸν προβαλόμενος ᾤχετο ἐκ τῆς πόλεως ἀποδρὰς, ἐπειδὴ δὲ πρεσβεύειν ἔδει περὶ τῆς εἰρήνης, οὐκ ἂν ἔφασκεν ἐκ τῆς πόλεως ἐξελθεῖν οὐδὲ τὸν ἕτερον πόδα,2 ἐπειδὴ δὲ τοὺς φυγάδας Ἀλέξανδρον ἔφασαν κατάγειν καὶ Νικάνωρ εἰς Ὀλυμπίαν ἧκεν, ἀρχεθεωρὸν αὑτὸν ἐπέδωκε τῇ βουλῇ. τοιοῦτος οὗτος, ἐν μὲν ταῖς παρατάξεσιν οἰκουρός, ἐν δὲ τοῖς οἴκοι μένουσι πρεσβευτής, ἐν δὲ τοῖς πρεσβευταῖς δραπέτης ἐστίν. λέγε δὴ καὶ τὸ περὶ ζητήσεως τῶν χρημάτων ψήφισμα, ἃ ἔγραψε Δημοσθένης τῇ ἐξ Ἀρείου πάγου βουλῇ περὶ αὑτοῦ τε καὶ ὑμῶν, ἵνα παρʼ ἄλληλα θεωρήσαντες εἰδῆτε τὴν Δημοσθένους ἀπόνοιαν. "Ψήφισμα" ἔγραψας σὺ τοῦτο, Δημόσθενες; ἔγραψας· οὐκ ἔστιν ἀντειπεῖν. ἐγένετο ἡ βουλὴ κυρία σοῦ προστάξαντος; ἐγένετο. τεθνᾶσι τῶν πολιτῶν ἄνδρες; τεθνᾶσι. κύριον ἦν τὸ σὸν ψήφισμα κατʼ ἐκείνων; ἀδύνατον ἀντειπεῖν.λέγε δὴ πάλιν ὃ Δημοσθένης κατὰ Δημοσθένους ἔγραψε. προσέχετε, ὦ ἄνδρες. "Ψήφισμα" ἡ βουλὴ εὕρηκε Δημοσθένην. τί δεῖ πολλῶν λόγων; ἀποπέφαγκεν, ὦ Ἀθηναῖοι. τὸ μὲν τοίνυν δίκαιον ἦν ὑφʼ ἑαυτοῦ κεκριμένον εὐθὺς ἀποθνῄσκειν·3 ἐπειδὴ δʼ εἰς τὰς ὑμετέρας ἥκει χεῖρας τῶν ὑπὲρ τοῦ δήμου συνειλεγμένων καὶ τῶν ὀμωμοκότων πείσεσθαι τοῖς νόμοις καὶ τοῖς τοῦ δήμου ψηφίσμασι, τί ποιήσετε; προήσεσθε τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν καὶ τὰ παρὰ πᾶσιν ἀνθρώποις δίκαια νομιζόμενα;
你们的谋士便是这样一个人;德摩斯梯尼一生中仅有过这两次出国:一次是战役之后逃离城邦,另一次就是如今前往奥林匹亚,因为他企图通过担任特使团团长之职去会见尼卡诺尔。在行将面临危险之际将城邦托付并委任给这样的人,真是太相称了!当理应与他人一道抗击敌人时,他擅离阵列潜逃回家;而当理应与他人一道留在家园共赴危难时,他却自荐充任使节逃离了城邦!而在理应为和平充任使节时,他声称自己连一只脚都不会踏出城邦;但当人们说亚历山大要召回流亡者且尼卡诺尔抵达奥林匹亚时,他却主动向议事会自荐担任特使团团长。此人就是这般行径:在排兵布阵中是个缩头乌龟,在留守家园者中是个使节,而在使节中却是个逃兵! 现在请把关于追查钱财的法令也宣读出来,那是德摩斯梯尼针对他自己和你们向阿雷奥帕古斯议事会提请起草的,以便你们并列对照,从而看清德摩斯梯尼的丧心病狂。 法令德摩斯梯尼,这是你起草的吗?确实是你起草的,无可否认。议事会是在你的指令下获得全权的吗?确实如此。是否有公民被处死了?确实处死了。你的法令对他们具有约束力吗?绝无可辩驳。请再次宣读德摩斯梯尼针对德摩斯梯尼所起草的内容。诸公,请留意倾听。 法令议事会已经查实了德摩斯梯尼的罪责。何须多言?雅典人啊,议事会已经做出了裁决!既然他已受自己的判决所定罪,按理原本应当立刻受死;但如今他落入了你们的手中——你们代表民众集结,且宣誓遵守法律和民众法令的人手中——你们将怎么做?难道你们要背弃对诸神的虔敬和全人类所公认的正义吗?
- 77ἀποκτείναντας ἐξόριστον ἐκ τῆς πόλεως ποιῆσαι
分词 ἀποκτείναντας(处死)与不定式短语 ἐξόριστον... ποιῆσαι(驱逐出境)连用,表面上看是死刑与流放两种互斥刑罚的重叠。但在古典雅典针对叛国重罪的司法实践中,这指代一套连贯的极刑程序,即在处死罪犯后将其尸体抛弃于阿提卡境外、剥夺邦内安葬权。此处统一按“处死并驱逐出境”的复合极刑程序进行解读。
- 82οὐκ ἂν ἔφασκεν ἐκ τῆς πόλεως ἐξελθεῖν οὐδὲ τὸν ἕτερον πόδα
小词 ἄν 置于主述动词 ἔφασκεν 之前,但根据倒装(hyperbaton),其在语义上修饰不定式 ἐξελθεῖν,代表直接引语中的潜在希求语气(οὐκ ἂν ἐξέλθοιμι,“我连一只脚都不会踏出”)。尽管 ἄν 理论上可与未完成过去时 ἔφασκεν 构成过去非真实条件句,但结合语境,此处显然表示德摩斯梯尼在间接引语中坚决拒绝出城的表态。
- 84τὸ μὲν τοίνυν δίκαιον ἦν ὑφʼ ἑαυτοῦ κεκριμένον εὐθὺς ἀποθνῄσκειν
非人称结构 δίκαιον ἦν(按理本应当)使用不带 ἄν 的直陈式未完成过去时,表示未能实现的理应之举或非真实结果。分词 κεκριμένον 为阳性单数宾格,与不定式 ἀποθνῄσκειν 的逻辑主语(省略的代词 αὐτόν,即德摩斯梯尼)保持同格一致。
