- 底本
- Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0029.tlg004.humanitext-grc2:8-15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者揭露了德摩斯梯尼此前承认议事会权威如今却横加诽谤的虚伪嘴脸,驳斥了他预期的自夸之词,并援引名将提摩太受严惩的前例要求陪审官定其重罪。
ὦ Ἡράκλεις. διὰ τί οὖν ἐν τῷ δήμῳ συνεχώρεις, ὦ Δημόσθενες, ἐὰν ἀποφήνῃ κατὰ σοῦ ἡ βουλή, θάνατον ἑαυτῷ τὴν ζημίαν; καὶ διὰ τί πολλοὺς ἀνῄρηκας σὺ ταῖς τῆς βουλῆς ἰσχυριζόμενος ἀποφάσεσιν; ἢ ποῖ νῦν ἐλθὼν ὁ δῆμος ἢ τίσι προστάξας ζητεῖν περὶ τῶν ἀφανῶν καὶ μεγάλων ἀδικημάτων εὕρῃ τὴν ἀλήθειαν;1
赫拉克勒斯作证!德摩斯梯尼啊,如果议事会对你作出不利的报告,你当初为何在公民大会上同意对自己处以死刑作为惩罚?你又为何凭借议事会的报告将许多人置于死地?否则,面对隐秘而重大的罪行,民众如今还能投奔何处,或者能责成谁去调查以查明真相呢?
τὸ μὲν γὰρ συνέδριον, τὸ πρότερον δοκοῦν εἶναι πιστόν, σὺ καταλύεις, ὁ δημοτικὸς εἶναι φάσκων, ᾧ τὴν τῶν σωμάτων φυλακὴν ὁ δῆμος παρακαταθήκην ἔδωκεν, ᾧ τὴν πολιτείαν καὶ δημοκρατίαν πολλάκις ἐγκεχείρικεν, ὃ διαπεφύλαχε τὸ σὸν σῶμα τοῦ βλασφημεῖν περὶ αὐτοῦ μέλλοντος πολλάκις, ὡς σὺ φῄς, ἐπιβουλευθέν, ὃ φυλάττει τὰς ἀπορρήτους διαθήκας, ἐν αἷς τὰ τῆς πόλεως σωτήρια κεῖται.
因为你这个自称拥护民主的人,正在摧毁那个从前被认为值得信赖的机构——民众曾将保护公民人身的重托寄托于它,屡次将国家体制与民主制托付于它;正是它,多次保全了你的人身免遭图谋(正如你所言),尽管你如今反倒要对它施加诽谤;也正是它,守护着关系到城邦安危的绝密档案。
δίκαια μὲν οὖν, δίκαια τρόπον γέ τινα πάσχει τὸ συνέδριον· εἰρήσεται γὰρ ἃ γιγνώσκω. δυοῖν γὰρ θάτερον ἐχρῆν αὐτούς, ἢ καὶ τὴν προτέραν ζήτησιν τὴν ὑπὲρ τῶν τριακοσίων ταλάντων τῶν παρὰ τοῦ Περσῶν βασιλέως ἀφικομένων ζητεῖν, καθάπερ συνέταξεν ὁ δῆμος, ἵνα τότε δόντος δίκην τοῦ θηρίου τούτου, καὶ τῶν μερισαμένων ἐκεῖνα τὰ χρήματα φανερῶν γενομένων, καὶ τῆς περὶ Θηβαίους προδοσίας ἐξελεγχθείσης ἣν οὗτος προδέδωκεν, ἀπηλλάγμεθα τούτου τοῦ δημαγωγοῦ δίκην ἀξίαν δόντος· ἤ, εἰ ταῦθʼ ὑμεῖς ἐβούλεσθε Δημοσθένει συγχωρεῖν καὶ πολλοὺς ἐν τῇ πόλει τοὺς καθʼ ὑμῶν δωροδοκήσοντας εἶναι, τὴν περὶ τῶν νῦν ἀποπεφασμένων ζήτησιν χρημάτων μὴ προσδέχεσθαι,2 πεῖραν ὑμῶν ἐν τοῖς πρότερον εἰληφότας· ὅπου γʼ οὕτω καλῶς καὶ δικαίως τῆς ἀποφάσεως τῆς κατὰ τούτου καὶ τῶν ἄλλων νυνὶ γεγενημένης, καὶ τῆς ἐξ Ἀρείου πάγου βουλῆς οὔτε τὴν Δημοσθένους οὔτε τὴν Δημάδου δύναμιν ὑποστειλαμένης, ἀλλὰ τὸ δίκαιον αὐτὸ καὶ τἀληθὲς προὐργιαίτερον πεποιημένης, οὐδὲν ἧττον περιέρχεται Δημοσθένης περί τε τῆς βουλῆς βλασφημῶν καὶ περὶ ἑαυτοῦ λέγων οἷσπερ ἴσως καὶ πρὸς ὑμᾶς αὐτίκα χρήσεται λόγοις ἐξαπατῶν ὑμᾶς, ὡς "ἐγὼ Θηβαίους ὑμῖν ἐποίησα συμμάχους." οὔκ· ἀλλὰ τὸ κοινῇ συμφέρον ἀμφοτέραις ἐλυμήνω ταῖς πόλεσιν, ὦ Δημόσθενες. "ἐγὼ παρέταξα πάντας εἰς Χαιρώνειαν." οὔκ· ἀλλʼ ἔλιπες μόνος αὐτὸς τὴν ἐκεῖ τάξιν. "ἐγὼ πολλὰς ὑπὲρ ὑμῶν ἐπρέσβευσα πρεσβείας."
事实上,在某种程度上,这审议会落得如此下场乃是罪有应得、理所当然;因为我将直抒胸臆。他们本该在两件事中择其一:要么,他们本应按照民众的指示,对那笔来自波斯国王的三百塔兰同也进行先前的调查,以便在当时就让这个恶兽服罪,让瓜分那笔钱财的人暴露无遗,并证实这个人在底比斯人事件上所犯下的叛卖,从而让我们在这个民众领袖偿付应得之罪后摆脱他的祸害;要么,如果你们公民愿意对德摩斯梯尼纵容这些事,愿意城中有许多人收受贿赂来反对你们,那么早已在以往事情中见识过你们态度的他们,就不该接下对如今所报告的这笔金钱的调查。因为,尽管如今针对此人和其他人的报告作得如此出色而公正,尽管阿雷奥帕古斯议事会既没有屈服于德摩斯梯尼的势力,也没有屈服于德马德斯的势力,而是将正义本身与真理置于首位,德摩斯梯尼却依然四处走动,诽谤议事会,并吹嘘自己——用的大概正是他待会儿为了欺骗你们而向你们说的那套话:“是我让底比斯人成为了你们的盟友。” 才不是!德摩斯梯尼啊,是你毁了这两个城邦的共同利益。 “是我在喀罗尼亚将所有人排成阵列。” 才不是!只有你独自一人临阵脱逃,丢弃了那里的岗位。 “我为你们多次出任使节。”
ἐφʼ αἷς οὐκ οἶδʼ ὅ τι ποτʼ ἂν ἐποίησεν ἢ τίνας ἂν εἶπε λόγους, εἰ συνέβη κατορθῶσαι αὐτῷ ἃ συνεβούλευσεν, ὃς ἐπὶ τοῖς τοιούτοις ἀτυχήμασι καὶ κακοῖς ἅπασαν ἐπεληλυθὼς τὴν οἰκουμένην ὅμως ἀξιοῖ δωρεὰς αὑτῷ δεδόσθαι τὰς μεγίστας, λαμβάνειν δῶρα κατὰ τῆς πατρίδος καὶ λέγειν καὶ πράττειν κατὰ τοῦ δήμου ἃ ἂν βούληται.
针对这些出使,如果他所献的计策侥幸成功,我真不知道他还会做出什么事、说出什么狂妄的话来——他在如此巨大的不幸与灾难中走遍了整个已知世界,却依然要求把最大的赏赐授予他,并允许他危害祖国收受贿赂,对民众为所欲为、胡言乱语。
καὶ Τιμοθέῳ μέν, ὦ Ἀθηναῖοι, Πελοπόννησον περιπλεύσαντι καὶ τὴν ἐν Κερκύρᾳ ναυμαχίαν νικήσαντι Λακεδαιμονίους καὶ Κόνωνος υἱεῖ τοῦ τοὺς Ἕλληνας ἐλευθερώσαντος καὶ Σάμον λαβόντι καὶ Μεθώνην καὶ Πύδναν καὶ Ποτείδαιαν καὶ πρὸς ταύταις ἑτέρας εἴκοσι πόλεις, οὐκ ἐποιήσασθʼ ὑπόλογον,3 οὐδὲ τῆς τότʼ ἐνεστώσης κρίσεως οὐδὲ τῶν ὅρκων, οὓς ὀμωμοκότες ἐφέρετε τὴν ψῆφον, ἀντικατηλλάξασθε τὰς τοιαύτας εὐεργεσίας, ἀλλʼ ἑκατὸν ταλάντων ἐτιμήσατε, ὅτι χρήματʼ αὐτὸν Ἀριστοφῶν ἔφη παρὰ Χίων εἰληφέναι καὶ Ῥοδίων· τὸν δὲ κατάπτυστον τοῦτον καὶ Σκύθην — ἐξάγομαι γάρ —, ὃν οὐχ εἷς ἀνὴρ ἀλλὰ πᾶσʼ ἡ ἐξ Ἀρείου πάγου βουλὴ ζητήσασʼ ἀποπέφαγκε χρήματʼ ἔχειν καθʼ ὑμῶν, καὶ ὃς ἀποπέφανται μισθαρνῶν καὶ δωροδοκῶν κατὰ τῆς πόλεως καὶ ταῦτʼ ἐξελήλεγκται, τοῦτον οὐ τιμωρησάμενοι παράδειγμα ποιήσετε τοῖς ἄλλοις;4 ὃς οὐκ ἐκ τῶν βασιλικῶν μόνον εἰληφὼς χρυσίον φανερός ἐστιν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πόλεως κεχρηματισμένος· ὁ νῦν οὐδὲ τῶν ὑφʼ Ἁρπάλου κομισθέντων χρημάτων εἰς τὴν πόλιν ἀποσχόμενος.
然而,雅典人啊,对于那位曾环航伯罗奔尼撒、在科尔库拉海战中击败拉刻代蒙人、解放了希腊人的科农之子提摩太——他攻占了萨摩斯、迈托内、皮德纳、波提狄亚以及此外的二十座城邦——你们尚且没有予以宽大体谅,也没有把当时正在进行的审判和你们投票时业已立下的誓言拿去同这样的恩惠作交换,反而对他判处了一百塔兰同的罚金,仅仅因为阿里斯托丰指控他收受了希俄斯人和罗得斯人的钱财;而对于这个令人作呕的家伙,这个斯基泰人——因为我已被激愤冲昏了头脑——并非由个别人,而是由阿雷奥帕古斯议事会全体调查并报告他持有危害你们的金钱,他已被报告危害城邦谋取私利、收受贿赂并被确证罪行,难道你们不对他予以惩罚并杀一儆百吗?此人不仅被查明收受了来自波斯国王的黄金,还从这个城邦本身渔利,如今甚至连哈帕卢斯带进城邦的钱财他也不肯放过。
- 8εὕρῃ τὴν ἀλήθειαν
由疑问词 ποῖ 和 τίσι 引导的深思/审议性虚拟语气(deliberative subjunctive),构成修辞性疑问,表示困惑(“民众如今还能投奔何处……以查明真相呢?”)。
- 10δυοῖν γὰρ θάτερον ἐχρῆν αὐτούς, ἢ ... ζητεῖν ... ἵνα ... ἀπηλλάγμεθα ... ἤ, εἰ ... μὴ προσδέχεσθαι
非人称动词 ἐχρῆν(表示过去未实现的义务)支配宾格主语 αὐτούς 并通过 ἢ ... ἤ 统辖两个不定式分支(ζητεῖν 与 μὴ προσδέχεσθαι)。在前一个不定式内,接有 ἵνα + 过去直陈式 ἀπηλλάγμεθα 引导的目的从句,表示过去未能实现的目的/结果(“以便我们本可摆脱……”)。
- 14οὐκ ἐποιήσασθʼ ὑπόλογον
惯用短语 ὑπόλογον ποιοῦμαι 与与格 Τιμοθέῳ 搭配,意为“对提摩太予以宽大考虑/体谅”。这与后文的 οὐδὲ ... ἀντικατηλλάξασθε τὰς τοιαύτας εὐεργεσίας(“也没有用如此功德作为交换”)形成并列呼应。
- 15τὸν δὲ κατάπτυστον τοῦτον καὶ Σκύθην ... τοῦτον οὐ τιμωρησάμενοι παράδειγμα ποιήσετε τοῖς ἄλλοις;
倒装与照应复指构文(resumption):句首的前置宾格 τὸν δὲ κατάπτυστον τοῦτον καὶ Σκύθην 被插入语(ἐξάγομαι γάρ)和冗长的关系从句(ὃν ... καὶ ὃς ...)与主谓隔开,后文通过指示代词 τοῦτον 重新拾起,作为分词 τιμωρησάμενοι 和谓语 παράδειγμα ποιήσετε 的直接宾语。
