← 纳尔科斯

控告德摩斯梯尼

§16-23

坐视底比斯覆灭之罪与极刑先例

演说者将德摩斯梯尼与恪守法度的前贤提摩太相对比,揭露其侵吞波斯王资助、拒不支付区区十塔兰同而坐视底比斯覆灭的罪行,并援引城邦处决轻罪犯人的先例,呼吁审判官判处其死刑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

καίτοι τί μέρος ἐστὶ τῶν ὑπὸ Τιμοθέου πεπραγμένων ἀγαθῶν ἃς Δημοσθένης ἐπρέσβευσεν εἰς Θήβας πρεσβείας;1 ἢ τίς οὐκ ἂν καταγελάσειεν ὑμῶν τῶν τούτου τολμώντων ἀκούειν, ἀντιθεὶς ἐφʼ αἷς οὗτος σεμνύνεται πράξεσιν ἐκείνας ἃς Τιμόθεος ὑμᾶς καὶ Κόνων εὐεργέτησαν; ἀλλὰ γὰρ οὐ πρὸς τοῦτο τὸ κάθαρμα παραβάλλειν δεῖ τοὺς ἄξια καὶ τῆς πόλεως καὶ τῶν προγόνων ὑπὲρ ὑμῶν πράξαντας. παρασχόμενος οὖν τὸ ψήφισμα τὸ Τιμοθέῳ γενόμενον πάλιν ἐπὶ τοὺς περὶ τούτου λόγους βαδιοῦμαι. λέγε.

况且,德摩斯梯尼出使底比斯的使命,比起提摩太所建立的功勋,又算得了什么呢?如果有人把此人引以为傲的作为,同提摩太和科农造福你们的那些恩德相比,有谁不会嘲笑你们竟然敢听信此人的狂言?然而,绝不能把为你们立下无愧于城邦与先祖之功勋的人,与这等败类相提并论。因此,在出示了为提摩太所通过的法令之后,我将再次回到关于此人的论辩上。宣读吧。

§17

Ψήφισμα ὁ τοιοῦτος, ὦ Δημόσθενες, πολίτης, ὃς δικαίως ἂν καὶ συγγνώμης καὶ χάριτος ἐτύγχανε παρὰ τῶν ἐν ἐκείνοις τοῖς χρόνοις συμπεπολιτευμένων, οὐ λόγοις ἀλλʼ ἔργοις μεγάλα τὴν πόλιν ἀγαθὰ ποιήσας, καὶ διαμείνας ἐπὶ τῆς αὐτῆς πολιτείας καὶ οὐκ ἄνω καὶ κάτω μεταβαλόμενος ὥσπερ σύ, ἐτελεύτησεν οὐ τηλικαύτας τὸν δῆμον αἰτήσας δωρεὰς ὥστε τῶν νόμων εἶναι κρείττων, οὐδʼ οἰόμενος δεῖν τοὺς ὀμωμοκότας κατὰ τοὺς νόμους οἴσειν τὴν ψῆφον ἄλλο τι προὐργιαίτερον ποιεῖσθαι τῆς εὐσεβείας, ἀλλʼ ὑπομένων καὶ κρίνεσθαι, εἰ δόξειε τοῖς δικασταῖς, καὶ οὐ καιροὺς λέγων, οὐδʼ ἕτερα φρονῶν καὶ δημηγορῶν.

法令 德摩斯梯尼啊,正是这样一位公民——他理应从那个时代的同侪公民那里获得宽恕与感激,他不是用言辞而是用行动为城邦带来了巨大的利益,并且始终如一地坚持同样的政治路线,而不是像你那样反复无常、朝秦暮楚——他去世时,既没有向民众索要大到可以凌驾于法律之上的赏赐,也没有认为那些宣誓依法律投票的人应当把其他任何事情置于虔敬之上,而是甘愿接受审判,只要审判官们认为合适;他既不以时势为借口,也不心怀异念却在公众面前口是心非地演说。

§18

οὐκ ἀποκτενεῖτε, ἄνδρες Ἀθηναῖοι, τὸν μιαρὸν τοῦτον ἄνθρωπον,2 ὃς πρὸς ἑτέροις πολλοῖς καὶ μεγάλοις ἁμαρτήμασι καὶ τὴν Θηβαίων πόλιν περιεῖδεν ἀνάστατον γενομένην, τριακόσια τάλαντα λαβὼν εἰς τὴν ἐκείνων σωτηρίαν παρὰ τοῦ Περσῶν βασιλέως, καὶ Ἀρκάδων ἡκόντων εἰς Ἰσθμὸν καὶ τὴν μὲν παρʼ Ἀντιπάτρου πρεσβείαν ἄπρακτον ἀποστειλάντων, τὴν δὲ παρὰ Θηβαίων τῶν ταλαιπώρων προσδεξαμένων, οἳ κατὰ θάλατταν μόλις ἀφίκοντο πρὸς ἐκείνους, ἱκετηρίαν ἔχοντες καὶ κηρύκεια συμπεπλεγμένα, ὡς ἔφασαν, ἐκ τῶν θαλλῶν, ἐροῦντες τοῖς Ἀρκάσιν ὅτι οὐ τὴν πρὸς τοὺς Ἕλληνας φιλίαν Θηβαῖοι διαλῦσαι βουλόμενοι τοῖς πράγμασιν ἐπανέστησαν, οὐδʼ ἐναντίον τῶν Ἑλλήνων οὐδὲν πράξοντες, ἀλλὰ τὰ παρʼ αὑτοῖς ὑπὸ τῶν Μακεδόνων ἐν τῇ πόλει γιγνόμενα φέρειν οὐκέτι δυνάμενοι, οὐδὲ τὴν δουλείαν ὑπομένειν, οὐδὲ τὰς ὕβρεις ὁρᾶν τὰς εἰς τὰ ἐλεύθερα σώματα γιγνομένας, — οἷς ἑτοίμων γενομένων τῶν Ἀρκάδων βοηθεῖν,3 καὶ ἐλεησάντων ἐν οἷς ἦσαν κακοῖς, καὶ φανερὸν ποιησάντων ὅτι τοῖς μὲν σώμασι μετʼ Ἀλεξάνδρου διὰ τοὺς καιροὺς ἀκολουθεῖν ἠναγκάζοντο, ταῖς δʼ εὐνοίαις μετὰ Θηβαίων καὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἦσαν, καὶ τοῦ στρατηγοῦ αὐτῶν Ἀστύλου ὠνίου ὄντος, ὥσπερ καὶ Στρατοκλῆς εἶπε, καὶ δέκα τάλαντʼ αἰτοῦντος ὥστʼ ἀγαγεῖν τὴν βοήθειαν τοῖς Θηβαίοις, καὶ τῶν πρεσβευτῶν ὡς τοῦτον ἐλθόντων, ὃν ᾔδεσαν ἔχοντα τὸ βασιλικὸν χρυσίον, καὶ δεομένων καὶ ἱκετευόντων δοῦναι τὰ χρήματʼ εἰς τὴν τῆς πόλεως σωτηρίαν, οὐκ ἐτόλμησεν ὁ μιαρὸς οὗτος καὶ ἀσεβὴς καὶ αἰσχροκερδὴς ἀπὸ τῶν πολλῶν χρημάτων ὧν εἶχε δέκα μόνον τάλαντα δοῦναι, τοσαύτας ὁρῶν ἐλπίδας ὑποφαινούσας εἰς τὴν Θηβαίων σωτηρίαν, ἀλλὰ περιεῖδεν ἑτέρους δόντας τοῦτο τὸ ἀργύριον, ὥσπερ καὶ Στρατοκλῆς εἶπεν, ὑπὲρ τοῦ πάλιν ἀπελθεῖν οἴκαδε τοὺς ἐξεληλυθότας Ἀρκάδων καὶ μὴ βοηθῆσαι τοῖς Θηβαίοις.

雅典的男人们,难道你们还不处死这个罪恶滔天之徒吗?此人除了许多其他重大过恶之外,甚至眼睁睁看着底比斯人的城邦被彻底毁灭——他本已为了拯救底比斯人而从波斯国王那里收受了三百塔兰同,并且当时阿卡迪亚人已经抵达地峡,将安提帕特的使团无功遣返,却接纳了不幸的底比斯人的使节;底比斯使节历尽艰险从海上辗转来到他们那里,正如他们所说,手持用枝条编成的请愿枝和使节杖,打算向阿卡迪亚人陈情,说明底比斯人揭竿而起绝非想要瓦解与希腊人的友谊,也绝非打算做出任何反对希腊人的举动,而是因为他们再也无法忍受马其顿人在他们城邦中的所作所为,无法忍受屈为奴隶,也无法再目睹针对自由人人身的凌辱——当阿卡迪亚人准备施以援手,怜悯他们身处的灾难,并表明自己由于时势在人身上被迫跟随亚历山大,但在心愿上却与底比斯人及希腊人的自由站在一起时;当他们的将领阿斯提洛斯正如斯特拉托克勒斯所说的那样可以用金钱收买,并索要十塔兰同以便率领援军前往底比斯时;当使节们来到此人面前(他们知道他手握波斯王室的黄金),哀求并祈求他为了城邦的存亡拨出这笔金钱时,这个污秽、不敬神且贪婪卑鄙的家伙,眼见拯救底比斯人的如此巨大希望微光初现,竟连从自己拥有的大笔金钱中仅仅拿出十塔兰同的胆量都没有;正如斯特拉托克勒斯所言,他反倒坐视其他人献出这笔银钱,以便让出征的阿卡迪亚人返回家园,不再援助底比斯人。

§22

ἆρʼ ὑμῖν δοκεῖ μικρῶν κακῶν ἢ τῶν τυχόντων ὅλῃ τῇ Ἑλλάδι αἴτιος γεγενῆσθαι Δημοσθένης καὶ ἡ τούτου φιλαργυρία; ἢ προσήκειν αὐτὸν ὑφʼ ὑμῶν ἐλέου τινὸς τυγχάνειν τοιαῦτα διαπεπραγμένον, ἀλλʼ οὐ τῆς ἐσχάτης τιμωρίας καὶ ὑπὲρ τῶν νῦν καὶ ὑπὲρ τῶν πρότερον γεγενημένων ἀδικημάτων; ἀκούσονται τὴν κρίσιν, ὦ Ἀθηναῖοι, τὴν ὑφʼ ὑμῶν ἐν τῇ τήμερον ἡμέρᾳ γεγενημένην πάντες ἄνθρωποι· θεωρήσουσιν ὑμᾶς τοὺς κρίνοντας, ὅπως χρῆσθε τῷ τὰ τοιαῦτα διαπεπραγμένῳ.

难道你们认为德摩斯梯尼和他的贪财,给全希腊带来的只是微小寻常的灾难吗?或者认为犯下如此罪行的他,理应从你们这里获得某种同情,而不是为他现在与以往犯下的所有罪行承受极刑吗?雅典人啊,所有人都会听到你们在今日作出的判决;他们将注视着担任审判官的你们,看你们如何处置犯下这等罪行的人。

§23

ὑμεῖς ἔσθʼ οἱ διὰ πολλῷ τῶν ὑπὸ τούτου πεπραγμένων ἀδικημάτων ἐλάττω4 μεγάλας καὶ ἀπαραιτήτους ἐνίοις ἐπιτεθηκότες τιμωρίας. ὑμεῖς Μένωνα μὲν τὸν μυλωθρὸν ἀπεκτείνατε, διότι παῖδʼ ἐλεύθερον ἐκ Πελλήνης ἔσχεν ἐν τῷ μυλῶνι· Θεμίστιον δὲ τὸν Ἀφιδναῖον, διότι τὴν Ῥοδίαν κιθαρίστριαν ὕβρισεν Ἐλευσινίοις, θανάτῳ ἐζημιώσατε, Εὐθύμαχον δέ, διότι τὴν Ὀλυνθίαν παιδίσκην ἔστησεν ἐπʼ οἰκήματος.

你们正是那些曾因远比此人所犯之罪轻微得多的过恶,而对某些人施以严厉且不容宽贷之惩罚的人。你们曾处死了磨坊主梅农,因为他在磨坊里非法拘禁了一个来自佩莱涅的自由人孩子;你们将阿菲德奈的泰米斯提奥斯判处死刑,因为他在厄琉息斯节上侮辱了那位罗得岛的女齐特拉琴乐师;你们同样处死了欧提马库斯,因为他把那个奥林托斯的年轻女孩送进了妓院。

语法注4 条
  1. 16ἃς Δημοσθένης ἐπρέσβευσεν εἰς Θήβας πρεσβείας

    先行词 πρεσβείας 受关系代词 ἃς 的影响被吸收入关系分句内部,属于“逆同化”(inverse attraction)构文。句意上相当于 τί μέρος ἐστὶ τῶν ὑπὸ Τιμοθέου πεπραγμένων ἀγαθῶν αἱ πρεσβεῖαι, ἃς Δημοσθένης ἐπρέσβευσεν。

  2. 18οὐκ ἀποκτενεῖτε, ἄνδρες Ἀθηναῖοι, τὸν μιαρὸν τοῦτον ἄνθρωπον

    由否定词 οὐκ 与第二人称将来直陈式(ἀποκτενεῖτε)构成的惯用疑问句,表达强烈的催促与命令(“难道你们还不处死……吗?”)。该主句引出从关系代词 ὃς 开始的长篇复合从属句与独立属格句群,中途因破格结构(anacoluthon)转入 §21 的新主句(οὐκ ἐτόλμησεν ... ἀλλὰ περιεῖδεν ...),一直延伸至 πάλιν ἀπελθεῖν οἴκαδε ... καὶ μὴ βοηθῆσαι τοῖς Θηβαίοις。

  3. 20οἷς ἑτοίμων γενομένων τῶν Ἀρκάδων βοηθεῖν

    与格关系代词 οἷς 是指代前文底比斯使节(及底比斯人)的连接性关系词,句法上作为不定式 βοηθεῖν 的补足语,同时将独立属格结构(ἑτοίμων γενομένων τῶν Ἀρκάδων)与前文紧密衔接。

  4. 23διὰ πολλῷ τῶν ὑπὸ τούτου πεπραγμένων ἀδικημάτων ἐλάττω

    介词 διά 支配宾格中性复数名词化形容词 ἐλάττω(= ἐλάττονα,指罪行),其后接比较属格 τῶν ... ἀδικημάτων 以及表示程度差异的与格 πολλῷ,意为“因为远比此人所犯之罪轻微得多的过恶”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0029.tlg004.humanitext-grc2:16-23