← 纳尔科斯

控告德摩斯梯尼

§1-7

哈帕卢斯受贿案与阿雷奥帕古斯的报告

控方指控德摩斯梯尼在哈帕卢斯受贿案中食言,虽曾自请死刑却仍收受贿赂,并极力维护阿雷奥帕古斯议事会调查报告的公正性,敦促陪审团严加惩处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

ὁ μὲν δημαγωγὸς ὑμῖν, ὦ Ἀθηναῖοι, καὶ θανάτου τετιμημένος ἑαυτῷ1 ἐὰν ἐξελεγχθῇ ὁτιοῦν εἰληφὼς παρʼ Ἁρπάλου, οὗτος φανερῶς ἐξελήλεγκται δῶρʼ εἰληφὼς παρὰ τούτων, οἷς ἐναντία πράττειν ἔφη τὸν ἄλλον χρόνον. πολλῶν δʼ ὑπὸ Στρατοκλέους εἰρημένων καὶ τῶν πλείστων προκατειλημμένων κατηγορημάτων, καὶ περὶ μὲν αὐτῆς τῆς ἀποφάσεως τῆς ἐξ Ἀρείου πάγου βουλῆς δικαίας καὶ ἀληθεῖς ἀποδείξεις εἰρηκυίας, περὶ δὲ τῶν ἀκολούθων τούτοις Στρατοκλέους εἰρηκότος καὶ τὰ ψηφίσματʼ ἀνεγνωκότος ἤδη τὰ περὶ τούτων, ὑπόλοιπον ἡμῖν, ὦ Ἀθηναῖοι, καὶ ταῦτʼ ἀγωνιζομένοις2 ἀγῶνα τηλικοῦτον ἡλίκος οὐδεπώποτε γέγονε τῇ πόλει, κοινῇ πᾶσιν ὑμῖν παρακελεύεσθαι, πρῶτον μὲν τοῖς λοιποῖς ἡμῖν συγγνώμην ἔχειν, ἂν τῶν αὐτῶν ἐνίοις περιπίπτωμεν — οὐ γὰρ ἵνʼ ἐνοχλῶμεν ὑμᾶς, ἀλλʼ ἵνʼ ὀργίζεσθαι μᾶλλον παροξύνωμεν, δὶς περὶ τῶν αὐτῶν ἐροῦμεν —, ἔπειτα μὴ προΐεσθαι τὰ κοινὰ τῆς πόλεως ἁπάσης δίκαια, μηδὲ τὴν κοινὴν σωτηρίαν ἀντικαταλλάξασθαι τῶν τοῦ κρινομένου λόγων.

雅典人啊,你们的这位民众领袖,曾为自己定下如果被证实收受哈帕卢斯的任何财物就处以死刑的惩罚,如今已被明白证实收受了那些人的贿赂,而他过去一直声称自己的所作所为是与他们相对抗的。斯特拉托克勒斯已经陈述了许多内容,并预先占领了绝大多数控告要点,关于报告本身,阿雷奥帕古斯议事会已经给出了公正且真实的证据,而斯特拉托克勒斯也谈到了紧随其后的各项事宜,并已宣读了有关此事的法令,雅典人啊,因此留给我们的——尤其当我们正在进行一场该城邦从未经历过的重大诉讼时——唯有共同向你们大家提出恳求:首先,如果我们其余这些控方发言者碰巧涉及某些相同的论点,请予以宽恕——因为我们并非为了给你们添麻烦,而是为了进一步激起你们的义愤,才把同样的事情再讲一遍——;其次,不要放弃整个城邦共同的正义,也不要用共同的安危去换取被告人的辩词。

§3

ὁρᾶτε γάρ, ὦ Ἀθηναῖοι, ὅτι παρὰ μὲν ὑμῖν Δημοσθένης οὑτοσὶ κρίνεται, παρὰ δὲ τοῖς ἄλλοις ὑμεῖς· οἳ σκοποῦσι3 τίνα ποτὲ γνώμην ἕξετε περὶ τῶν τῇ πατρίδι συμφερόντων, καὶ πότερον τὰς ἰδίας τούτων δωροδοκίας καὶ πονηρίας ἀναδέξεσθʼ εἰς ὑμᾶς αὐτούς, ἢ φανερὸν πᾶσιν ἀνθρώποις ποιήσετε διότι μισεῖτε τοὺς κατὰ τῆς πολιτείας δῶρα λαμβάνοντας, καὶ οὐχ ἵνʼ ἀφῆτε ζητεῖν προσετάξατε τῇ ἐξ Ἀρείου πάγου βουλῇ, ἀλλʼ ἵνʼ ἀποφηνάντων τούτων ὑμεῖς τιμωρήσησθε τῶν ἀδικημάτων ἀξίως. νυνὶ τοίνυν τοῦτʼ ἐφʼ ὑμῖν ἐστι.

因为你们看到,雅典人啊,在这个法庭上,受审的是眼前的德摩斯梯尼,而在世人面前,受审的却是你们;他们正在注视着你们究竟对祖国的利益抱有怎样的态度,是打算将这些人的个别受贿与恶行揽到你们自己身上,还是向全人类昭示,你们痛恨那些危害国家体制而收受贿赂的人;并且你们当初责成阿雷奥帕古斯议事会进行调查,并非为了放走他们,而是为了等议事会提交报告后,你们能按照罪行给予应有的惩罚。如今,这一决断就掌握在你们手中。

§4

ψηφισαμένου γὰρ τοῦ δήμου δίκαιον ψήφισμα, καὶ πάντων τῶν πολιτῶν βουλομένων εὑρεῖν τίνες εἰσὶ τῶν ῥητόρων οἱ τολμήσαντες ἐπὶ διαβολῇ καὶ κινδύνῳ τῆς πόλεως χρήματα παρʼ Ἁρπάλου λαβεῖν, καὶ πρὸς τούτοις ἐν ψηφίσματι γράψαντος, ὦ Δημόσθενες, σοῦ καὶ ἑτέρων πολλῶν, ζητεῖν τὴν βουλὴν περὶ αὐτῶν, ὡς αὐτῇ πάτριόν ἐστιν, εἴ τινες εἰλήφασι παρʼ Ἁρπάλου χρυσίον, ζητεῖ ἡ βουλή, οὐκ ἐκ τῶν προκλήσεων μαθοῦσα τὸ δίκαιον, οὐδὲ τὴν ἀλήθειαν καὶ τὴν πίστιν τὴν περὶ αὑτῆς ἐπὶ σοῦ καταλῦσαι βουλομένη, ἀλλʼ, ὅπερ καὶ αὐτοὶ οἱ Ἀρεοπαγῖται εἶπον, προορῶσα μὲν ἡ βουλή, ὦ ἄνδρες, τὴν τούτων ἰσχὺν καὶ τὴν ἐν τῷ λέγειν καὶ πράττειν δύναμιν, οὐκ οἰομένη δὲ δεῖν οὐδεμίαν ὑπολογίζεσθαι τῶν περὶ αὑτῆς ἐσομένων βλασφημιῶν, εἴ τις μέλλει τῇ πατρίδι αὐτῆς αἰτία μοχθηρὰ καὶ κίνδυνος ἔσεσθαι.

因为当民众通过了公正的法令,全体公民都希望查明究竟是哪些演说家胆敢以城邦的毁誉和安危为代价收受哈帕卢斯的金钱,此外,德摩斯梯尼啊,你和许多人也在法令草案中写明,责成议事会按照其祖传习俗去调查究竟是否有人从哈帕卢斯那里收受了黄金,于是议事会展开了调查;它既不是从挑战书中获知正义,也不愿在你身上毁弃关于自身的真实与信誉,而是正如阿雷奥帕古斯议员们自己所说,诸位,议事会虽然预见到了这些人的势力以及他们在言论与行动中的能量,却认为根本不该去计较任何针对自身的诽谤,倘若有任何险恶的罪责和危险即将降临于其祖国的话。

§6

τούτων ὡς ἐδόκει τῷ δήμῳ καλῶς καὶ συμφερόντως πεπραγμένων, αἰτίαι νῦν καὶ προκλήσεις καὶ συκοφαντίαι παρὰ Δημοσθένους ἥκουσιν, ἐπειδὴ οὗτος ἀποπέφανται εἴκοσι τάλαντα ἔχων χρυσίου· καὶ ἡ τῶν ἐκ προνοίας φόνων ἀξιόπιστος οὖσα βουλὴ τὸ δίκαιον καὶ τἀληθὲς εὑρεῖν, καὶ κυρία δικάσαι τε περὶ τοῦ σώματος καὶ τῆς ψυχῆς ἑκάστου τῶν πολιτῶν, καὶ τοῖς μὲν βιαίῳ θανάτῳ τετελευτηκόσι βοηθῆσαι, τοὺς δὲ παράνομόν τι τῶν ἐν τῇ πόλει διαπεπραγμένους ἐκβαλεῖν ἢ θανάτῳ ζημιῶσαι, νῦν ἐπὶ τοῖς κατὰ Δημοσθένους ἀποπεφασμένοις χρήμασιν ἄκυρος ἔσται τοῦ δικαίου;4

既然这些事情依照民众的意愿,已经办得妥善而有益,如今却从德摩斯梯尼那里传来了指责、挑战书和诬告,因为他已被报告占有二十塔兰同的黄金。难道那在蓄意谋杀案中深得信赖能查明正义与真相、有权对每一位公民的人身与性命作出判决、救助死于非命者并驱逐或处死城中行不法之事者的议事会,如今在涉及针对德摩斯梯尼所报告的这笔金钱上,竟会丧失主持正义的权威吗?

§7

ναί· κατέψευσται γὰρ ἡ βουλὴ Δημοσθένους· τουτὶ γάρ ἐστιν ὑπερβολὴ τοῦ πράγματος. σοῦ κατέψευσται καὶ Δημάδου; καθʼ ὧν οὐδὲ τἀληθὲς εἰπεῖν, ὡς ἔοικεν, ἀσφαλές ἐστιν; οἳ πολλὰ πρότερον τῶν κοινῶν ἐκείνῃ ζητεῖν προσετάξατε καὶ διὰ τὰς γενομένας ζητήσεις ἐπῃνέσατε; οὓς δʼ ἡ πόλις ἅπασα οὐ δύναται ἀναγκάσαι τὰ δίκαια ποιεῖν, κατὰ τούτων ἡ βουλὴ ψευδεῖς ἀποφάσεις πεποίηται;

是的,他们说议事会在德摩斯梯尼的事情上撒了谎!这真是登峰造极的荒谬。难道它在你和德马德斯的事情上也撒了谎?而针对他们,看来连说出真相都是不安全的。尽管你们〔二人〕从前曾责成那议事会调查许多公事,并因其所作的调查而赞赏过它?对于那些全城邦都无法强迫其遵从正义的人,议事会难道反倒对他们作出了虚假的报告吗?

语法注4 条
  1. 1θανάτου τετιμημένος ἑαυτῷ

    完成时中动态分词 τετιμημένος 在法庭用语中意为“自请处以某刑罚”。属格 θανάτου 是表示刑罚的价值/代价属格,ἑαυτῷ 为表示利益/不利益的与格,整体意为“为自己提议/定下死刑的惩罚”。

  2. 2καὶ ταῦτʼ ἀγωνιζομένοις

    惯用短语 καὶ ταῦτα(“尤其是处于……的情况下”)与分词 ἀγωνιζομένοις 连用,修饰由 ὑπόλοιπόν [ἐστιν] 所支配的与格 ἡμῖν。ἀγῶνα 则作为同族宾格(cognate accusative)配合 ἀγωνιζομένοις。

  3. 3οἳ σκοποῦσι

    关系代词 οἵ 的先行词是前句 παρὰ δὲ τοῖς ἄλλοις 中的 τοῖς ἄλλοις(其他所有人/希腊世界)。此处它起到连接性关系代词的作用(类似于拉丁语中的 qui = et ii),引导一个新的句子,说明外人对雅典判决的注视。

  4. 6ἄκυρος ἔσται τοῦ δικαίου

    形容词 ἄκυρος(失去权力/无效的)带有限制范围或分离的属格 τοῦ δικαίου,意为“在正义方面失去裁决权/被剥夺主持正义的权威”。这与前文中的 κυρία δικάσαι(拥有审判权)形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0029.tlg004.humanitext-grc2:1-7